Σελίδες

Τρίτη 29 Νοεμβρίου 2016

''Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι...''

Απολυτίκιο Άγ. Αποστόλου Ανδρέα - 30 ΝΟΕΜΒΡΙΟΥ


https://www.youtube.com/watch?v=SnN_9eGHDeM


Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν· ὅτι ὡς πάλαι τούτῳ, καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

Μεγαλυνάριον
Πρώτος προσπελάσας τω Ιησού, Πρωτόκλητος ώφθης, και ακρότης των Μαθητών, Ανδρέα θεόπτα, εντεύθεν διανύεις, παθών τας αναβάσεις της αναστάσεως.


http://www.saint.gr/2785/saint.aspx