Σελίδες

Πέμπτη 1 Δεκεμβρίου 2016

Απολυτίκιο Αγ. Φιλαρέτου του Ελεήμονος - 1 ΔΕΚΕΜΒΡΙΟΥ




Ο Άγιος Φιλάρετος είναι ο προστάτης της Μελισσοκομίας.


Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως περιουσίᾳ, διεσκόρπισας τοῖς δεομένοις τὸν προσιόντα σοι πλοῦτον, Φιλάρετε· καὶ εὐσπλαχνίᾳ κοσμήσας τὸν βίον σου, τὸν χορηγὸν τοῦ ἐλέους ἐδόξασας· Ὃν ἱκέτευε δοθῆναι τοῖς εὐφημοῦσι σε ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τοῦ Ἰὼβ κτησάμενος, ἐν πειρασμοῖς τὴν ἀνδρείαν, τοῖς πτωχοῖς διένειμας, ὡς συμπαθὴς τὸν σὸν πλοῦτον· ὤφθης γὰρ, τῆς εὐσπλαγχνίας ἔμψυχος βρύσις, νάμασι, τῶν θείων τρόπων σου ἱλαρύνων, τοὺς ἐκ πόθου σοι βοῶντας· χαίροις θεράπον Χριστοῦ Φιλάρετε.

Μεγαλυνάριον
Χαίροις τῶν πενήτων ὁ προμηθεύς, καὶ τῶν δυστυχούντων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις ὁ ἐν οἴκτῳ, τὸν Λόγον θεραπεύσας, Φιλάρετε τρισμάκαρ, Δικαίων σύσκηνε.