Σελίδες

Σάββατο 28 Ιανουαρίου 2017

''Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ΚΕ´ (25ην) Ἰανουαρίου, τιμῶμεν τὴν Σύναξιν πάντων τῶν Νεομαρτύρων τοῦ Κ´ (20οῦ) αἰῶνος τῆς ἁγιωτάτης Ἐκκλησίας τῆς Ῥωσίας...''

              Σήμερα Κυριακή 29/01/2017 εορτάζουν:




ΚΟΝΤΑΚΙΟΝ, ΟΙΚΟΣ, ΣΥΝΑΞΑΡΙΟΝ  

Κοντάκιον. 

Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέ‐ χειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συν‐ τρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖ‐ ται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται·  Ἐπέστη,  λέγοντες,  Σωτὴρ  τοῖς  ἐν  σκότει·  ἐ‐ ξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν. 

Ὁ Οἶκος.

 Ἔτρεμε  κάτωθεν  τὰ  καταχθόνια  σήμερον,  ὁ  ᾅδης  καὶ  ὁ  θάνατος  τὸν  Ἕνα  τῆς  Τριάδος·  ἡ  γῆ  ἐκλονεῖτο, πυλωροὶ  δὲ  ᾅδου  ἰδόντες  σε  ἔ‐ πτηξαν· ἡ κτίσις δὲ πᾶσα σὺν τοῖς Προφήταις  χαίρουσα  ψάλλει  σοι,  ἐπινίκιον  ᾠδὴν  τῷ  λυ‐ τρωτῇ ἡμῶν Θεῷ, τῷ καταλύσαντι νῦν θανά‐ του τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν  τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ· Ξύλον τοῦτον εἰ‐ σήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστα‐ σιν. 

Συναξάριον.

 Τῇ ΚΘ´ τοῦ αὐτοῦ μηνός, ἡ ἐκ τῆς Ῥώμης εἰς  Ἀντιόχειαν Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁ‐ γίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

[...]......

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν ΚΕ´ (25ην) Ἰανουαρίου,  τιμῶμεν  τὴν  Σύναξιν  πάντων  τῶν  Νεομαρτύρων  τοῦ  Κ´  (20οῦ)  αἰῶνος  τῆς  ἁγιωτάτης Ἐκκλησίας τῆς Ῥωσίας, ἰδίᾳ δὲ τὴν  μνήμην  τῶν  ἁγίων  ἱερομαρτύρων  Βλαδιμήρου  Κιέβου  καὶ  Βενιαμὶν  Πετρουπόλεως,  τοῦ  τσάρου Νικολάου Β´ μετὰ τῆς βασιλικῆς οἰκο γενείας αὐτοῦ, ὡς καὶ τῆς Ὁσιομάρτυρος Ἐλισάβετ τῆς μεγάλης 
δουκίσσης

ΠΗΓΗ:http://www.porphyrios.gr/files/fyllades/syntetagmenes/2017/2017-01-29_kyriakh_iz_mat8aioy.pdf