Σελίδες

Πέμπτη 17 Αυγούστου 2017

''(...)ὁ ὑπερασπιστὴς τῆς θρησκείας ἐστιν αὐτὸ τὸ σῶμα τῆς Ἐκκλησίας, ἤτοι αὐτὸς ὁ λαός, ὅστις ἐθέλει τὸ θρήσκευμα αὐτοῦ αἰωνίως ἀμετάβλητον καὶ ὁμοειδὲς τῷ τῶν Πατέρων αὐτοῦ..."

Η ΠΑΤΡΙΑΡΧΙΚΗ ΕΓΚΥΚΛΙΟΣ ΤΟΥ 1848


 


 πρώτη δημοσίευση 24.11.2013



«Πᾶσι τοῖς ἁπανταχοῦ ἐν τῷ ἁγίῳ Πνεύματι ἀγαπητοῖς καί περισπουδάστοις ἡμῖν ἀδελφοῖς ἁγίοις ἀρχιερεῦσι, τῷ τε περί αὐτούς εὐλαβεστάτῳ Κλήρῳ καί πᾶσι τοῖς Ὀρθοδόξοις γνησίοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καί ἀποστολικῆς ἐκκλησίας, τόν ἐν Πνεύματι ἁγίῳ ἀδελφικόν ἀσπασμόν καί πᾶν ἀγαθόν παρά Θεοῦ καί σωτήριον...

(20) ..."Κρατῶμεν τῆς ὁμολογίας", ἥν παρελάβομεν ἄδολον παρὰ τηλικούτων ἀνδρῶν, ἀποστρεφόμενοι πάντα νεωτερισμὸν ὡς ὑπαγόρευμα τοῦ διαβόλου· ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλιπῆ τὴν κεκηρυγμένην ὀρθόδοξον πίστιν. Ἀλλ᾽ αὐτὴ πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχόμενη μήτε μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν οἱανδήποτε, καὶ ὁ τολμῶν ἢ πρᾶξαι ἢ συμβουλεῦσαι ἢ διανοηθῆναι τοῦτο ἠρνήθη τὴν πίστιν τοῦ Χριστοῦ, ἤδη ἑκουσίως καθυπεβλήθη εἰς τὸ αἰώνιον ἀνάθεμα διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς τάχα μὴ ἀρτίως λαλῆσαν ἐν ταῖς Γραφαῖς καὶ διὰ τῶν Οἰκουμενικῶν Συνόδων. 
Τὸ φρικτὸν τοῦτο ἀνάθεμα, ἀδελφοὶ καὶ τέκνα ἐν Χριστῷ ἀγαπητά, οὐκ ἐκφωνοῦμεν ἡμεῖς σήμερον, ἀλλ᾽ ἐξεφώνησε πρῶτος ὁ Σωτὴρ ἡμῶν "ὃς ἂν εἴπη κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι" (Ματθ. ιβ‘, 32)· ἐξεφώνησεν ὁ θεῖος Παῦλος· "ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω" (Γαλ. α’, 6-8)· ἐξεφώνησαν τοῦτο αἱ ἑπτὰ Οἰκουμενικοὶ Σύνοδοι καὶ σύμπας ὁ χορὸς τῶν θεοφόρων Πατέρων.
Ἅπαντες σὺν νεωτερίζοντες ἢ αἱρέσει ἢ σχίσματι, ἑκουσίως ἐνεδύθησαν, κατὰ τὸν ψαλμωδόν, "κατάραν ὡς ἱμάτιον" (Ψαλμ. ρη’,18), κἄν τε Πάπαι κἄν τε Πατριάρχαι, κἄν τε Κληρικοί, κἄν τε Λαϊκοὶ ἔτυχον εἶναι "κἂν ἄγγελος ἐξ οὐρανοῦ ἀνάθεμα ἔστω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε".
Οὕτω φρονοῦντες οἱ Πατέρες ἡμῶν καὶ ὑπακούοντες εἰς τοὺς ψυχοσωτηρίους λόγους τοῦ Παύλου ἐστάθησαν σταθεροὶ καὶ ἑδραῖοι εἰς τὴν ἐκ διαδοχῆς παραδοθεῖσαν αὐτοῖς πίστιν καὶ διέσωσαν αὐτὴν ἄτρεπτον καὶ ἄχραντον διὰ μέσου τοσούτων αἱρέσεων, καὶ παρέδωκαν αὐτὴν εἰς ἡμᾶς εἰλικρινῆ καὶ ἀνόθευτον, ὡς ἐξῆλθεν ἄδολος ἀπὸ τοῦ στόματος τῶν πρώτων ὑπηρετῶν τοῦ Λόγου·  οὕτω φρονοῦντες καὶ ἡμεῖς, ἄδολον, ὡς παρελάβομεν, μετοχετεύσομεν αὐτὴν εἰς τὰς ἐπερχομένας γενεάς, μηδὲν παραμείβοντες, ἵνα ὦσι κακεῖνοι ὡς καὶ ἡμεῖς εὐπαρουσίαστοι καὶ ἀκαταίσχυντοι, λαλοῦντες περὶ τῆς τῶν προγόνων ἡμῶν πίστεως... 

(17) ...Ἔπειτα παρ᾽ ἡμῖν οὔτε Πατριάρχαι οὔτε Σύνοδοι ἐδυνήθησαν ποτὲ εἰσαγαγεῖν νέα, διότι ὁ ὑπερασπιστὴς τῆς θρησκείας ἐστιν αὐτὸ τὸ σῶμα τῆς Ἐκκλησίας, ἤτοι αὐτὸς ὁ λαός, ὅστις ἐθέλει τὸ θρήσκευμα αὐτοῦ αἰωνίως ἀμετάβλητον καὶ ὁμοειδὲς τῷ τῶν Πατέρων αὐτοῦ, ὡς ἔργῳ ἐπειράθησαν καὶ πολλοὶ τῶν ἀπὸ τοῦ σχίσματος Παπῶν τε καὶ Πατριαρχῶν Λατινοφρόνων μηδὲν ἀνύσαντες...».



+ΑΝΘΙΜΟΣ ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κων/πόλεως Νέας Ρώμης καί Οἰκουμενικός Πατριάρχης
+ΙΕΡΟΘΕΟΣ ἐλέῳ Θεοῦ Πάπας καί Πατριάρχης Ἀλεξανδρείας καί πάσης Αἰγύπτου
+ΜΕΘΟΔΙΟΣ ἐλέῳ Θεοῦ Πατριάρχης Ἀντιοχείας
+ΚΥΡΙΛΛΟΣ ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων
καί αἱ περί αὐτούς Ἱεραί Σύνοδοι.



(Μέρος τῆς Πατριαρχικῆς  Ἐγκυκλίου τοῦ 1848,
συγκληθείσης ἐν Κωνσταντινουπόλει)






 ΑΠΟΦΑΣΗ ΣΥΝΟΔΟΥ ΠΑΤΡΙΑΡΧΩΝ ΑΝΑΤΟΛΗΣ  1848
(ολόκληρη)


Ο Πατριάρχης Κωνσταντινουπόλεως Άνθιμος



ΕΓΚΥΚΛΙΟΣ ΤΗΣ ΜΙΑΣ ΑΓΙΑΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΕΡΙ ΤΟΥ ΠΑΠΙΣΜΟΥ ΚΑΙ ΚΑΘΕ ΝΕΩΤΕΡΙΣΜΟΥ


«Πᾶσι τοῖς ἁπανταχοῦ ἐν τῷ ἁγίῳ Πνεύματι ἀγαπητοῖς καὶ περισπουδάστοις ἡμῖν ἀδελφοῖς ἁγίοις ἀρχιερεῦσι, τῷ τε περί αὐτοὺς εὐλαβεστάτῳ Κλήρῳ καὶ πᾶσι τοῖς Ὀρθοδόξοις γνησίοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας, τὸν ἐν Πνεύματι ἁγίῳ ἀδελφικὸν ἀσπασμὸν καὶ πᾶν ἀγαθὸν παρὰ Θεοῦ καὶ σωτήριον.

1. Ὤφειλε μὲν τὸ τῆς ἀπολυτρώσεως ἡμῶν εὐαγγελικὸν καὶ θεῖον κήρυγμα τοιοῦτον ἀκίβλδηλον κηρύττεσθαι παρὰ πάντων καὶ τοιοῦτον ἀγνὸν πιστεύεσθαι αἰωνίως, οἷον ὁ Σωτὴρ ἡμῶν ὁ ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων, ἀπεκάλυψεν εἰς τοὺς θείους καὶ ἱεροὺς μαθητὰς αὐτοῦ, καὶ οἷον αὐτοί, μάρτυρες γενόμενοι αὐτήκοοί τε καὶ αὐτόπται, ὡς σάλπιγγες διαπρύσιοι, τορῶς ἤχησαν εἰς πᾶσαν τὴν ὑφήλιον· (ὁ γὰρ φθόγγος αὐτῶν εξῆλθεν εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ ῥήματα αὐτῶν εἰς τὰ πέρατα τῆς οἰκουμένης (Ψαλμ. 18,5)· καὶ τέλος οἷον ἀνεπηρέαστον, τὰς αὐτὰς φωνὰς ἐπαναλαμβάνοντες, οἱ τοσοῦτοι θεοφόροι Πατέρες τῆς Καθολικῆς Ἐκκλησίας, οἱ ἐκ περάτων γῆς μέχρι ἡμῶν συνοδικῶς τε καὶ ἰδίᾳ διδάσκοντες, πανδήμως παρέδωκαν. Ἀλλ’ ὁ ἀρχέκακος νοητὸς ἐχθρὸς τῆς τῶν ἀνθρώπων σωτηρίας, ὡς πάλαι ἐν τῇ Ἐδὲμ, πρόσωπον ὠφελίμου δῆθεν συμβούλου δολίως ἀναλαβών, παραβάτην τῆς θείας ῥητῆς ἐντολῆς ἐποίησε τὸν ἄνθρωπον, οὕτω καὶ ἐν αὐτῇ τῇ νοητῇ Ἐδέμ, τῇ Ἐκκλησία τοῦ Θεοῦ, πολλοὺς κατὰ καιρὸν ἀπατήσας καὶ πονηροῖς καὶ αντιθέοις λογισμοῖς ἐμβαλὼν καὶ ὀργάνοις αὐτοῖς χρώμενος, τὸ δηλητήριον τῆς αἱρέσεως εἰς τὰ διαυγῆ νάματα τῆς ὀρθοδόξου διδασκαλίας συγκιρνῶν ἐν ποτηρίοις περικεχρυσωμένοις τῇ εὐαγγελικῇ δῆθεν χριστολογίᾳ ποτίζει πολλούς τινας, ἀθώους μέν, ἀπροφυλάκτως δε βιοῦντας, καὶ “μὴ προσέχοντας περισσότερως τοῖς ἀκουσθεῖσι” (Ἑβρ. 2,1) καὶ παρὰ τῶν πατέρων αὐτῶν ἀναγγελθεῖσι (Δευτερ. 32,7), συμφώνως τῷ εὐαγγελίω καὶ ὁμοειδῶς τοῖς προτέροις ἀεὶ διδασκάλοις, μηδὲ ἡγουμένους αὐτάρκη εἰς ψυχικὴν αὐτῶν σωτηρίαν τὸν ῥητὸν καὶ γραπτὸν λόγον τοῦ Κυρίου καὶ τὸ κῦρος τῆς διηνεκοῦς Ἐκκλησίας, ἀλλὰ νεοχμὸν δυσσέβειαν καὶ καινοτομίας ὡς ἐπὶ ἱματίοις θηρεύοντας, καὶ παντοιοτρόπως τὴν εὐαγγελικὴν διδασκαλίαν κιβδηλευθεῖσαν περιπτυσσομένους.

2. Ἐντεῦθεν αἱ πολυσχιδεῖς καὶ τερατώδεις αἱρέσεις, ἃς ἡ Καθολική Ἐκκλησία, ἤδη ἐκ τῶν σπαργάνων αὐτῆς, ἀναλαβοῦσα τὴν πανοπλίαν τοῦ Θεοῦ καὶ δραξαμένη “τὴν μάχαιραν τοῦ Πνεύματος, ὃ ἐστι ῥῆμα τοῦ Θεοῦ” (Ἐφεσ. 6, 17), ἠνάγκασται ἵνα καταπολεμήσῃ, καὶ κατὰ πασῶν ἐθριάμβευσέ τε μέχρι τῆς σήμερον, καὶ θριαμβεύσει τροπαιοφόρος εἰς τὸν αἰῶνα τὸν ἅπαντα, λαμπροτέρα ἀείποτε καὶ ἰσχυροτέρα ἀναφαινομένη μετὰ τὴν συμπλοκήν.

3. Ἀλλὰ τούτων τῶν αἱρέσεων, αἱ μὲν ἤδη καὶ πάντῃ ἐξέλιπον, αἱ δὲ φθίνουσιν, αἱ δὲ ἀπεμαράνθησαν, αἱ δὲ καὶ θάλλουσι κατά γε τὸ μᾶλλον καὶ ἧττον, ἀκμαῖαι ἄχρι καιροῦ ἀποκαταστάσεως αὐτῶν, καὶ ἄλλαι πάλιν ἀναφύονται, ὅπως διατρέξωσι τὴν ἑαυτῶν περίοδον ἀπὸ γενέσεως μέχρι φθορᾶς· οὗσαι γὰρ δειλαίων ἀνθρώπων δείλαιοι διαλογισμοὶ καὶ ἐπίνοιαι, ὥσπερ κἀκεῖνοι, οὕτως καὶ αὗται ἐμβροντηθεῖσαι τῷ κεραυνῷ τοῦ ἀναθέματος τῶν ἑπτά οἰκουμενικῶν Συνόδων, ἐξίτηλοι γίνονται, κἄν χίλια ἔτη διατηρηθῶσι. Μόνη γὰρ ἡ Ὀρθοδοξία τῆς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὡς ἐμψυχουμένη παρὰ τοῦ ζῶντος Λόγου τοῦ Θεοῦ, διατελεῖ καὶ αὐτὴ αἰωνία, κατὰ τὴν ἀψεδῆ ἐπαγγελίαν τοῦ Κυρίου, “πῦλαι ᾅδου οὐ καταισχύνουσιν αὐτῆς” (Ματθ. 16, 18), ἤτοι στόματα ἀσεβῶν καὶ αἱρετικῶν (ὡς ἐξηγοῦνται ἡμῖν οἱ θεῖοι Πατέρες), ὅσον δεινά, ὅσον εὔλαλα καὶ πιθανά, ὅσον καταπληκτικὰ καὶ ἄν ὦσιν, οὐ κατισχύσουσι τῆς ἡσύχου καὶ σιγηλῆς ὁρθῆς διδασκαλίας. Ἀλλ’ ἆρά γε “τί ὅτι ὁδὸς ἁμαρτωλῶν εὐοδοῦται” (Ἱερ. 12,1) καὶ οἱ δυσσεβεῖς ἐπαίρονται καὶ ὑψοῦνται ὡς οἱ κέδροι τοῦ Λιβάνου (Ψαλμ. 36,35), πειράζοντες τὴν ἥσυχον λατρείαν τοῦ Θεοῦ; Ὁ λόγος τούτου ἄῤῥητός ἐστι καὶ ἡ Ἐκκλησία, καίτοι παρακαλοῦσα καθ’ ἑκάστην ἵνα ἀποστῇ ἀπ’ αὐτῆς οὗτος ὁ σκόλωψ, οὗτος ὁ ἄγγελος Σατᾶν, ἀκούει πάντοτε παρὰ τοῦ Κυρίου “ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται” (Β’ Κορ. 12,9). Διὸ “ἥδιστα μᾶλλον καυχᾶται ἐν ἀσθενείαις αὐτῆς, ἵνα ἐπισκηνώσῃ επ’ αὐτὴν ἡ δύναμις τοῦ Χριστοῦ” καὶ “ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται” (Α’ Κορ. 11, 19).

4. Τούτων τῶν πλατυνθεισῶν, κρίμασιν οἷς οἶδεν ὁ Κύριος, ἐπὶ μέγα μέρος τῆς οἰκουμένης αἱρέσεων, ἦν ποτε ὁ Ἀρειανισμός, ἔστι δὲ τὴν σήμερον καὶ ὁ Παπισμός· ἀλλὰ καὶ οὗτος (ὥσπερ κἀκεῖνος ὁ ἤδη παντάπασιν ἐκλελοιπώς), καίτοι ἀκμαῖος τό γε νῦν, οὐκ ἰσχύσει εἰς τέλος, ἀλλά διελεύσεται καὶ καταβληθήσεται καὶ ἡ οὐράνιος μεγάλη φωνὴ ἠχήσει “ΚΑΤΕΒΛΗΘΗ” (Ἀποκ. 12,10).

5. Ἡ καινοφανὴς δόξα, “ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Ὑιοῦ”, ἐναντίον τῆς ῥητῆς ἐρμηνείας τοῦ Κυρίου ἡμῶν, ἐπ’ αὐτῷ ἐμπεριστάτως γενομένης, “ὃ παρὰ τοῦ Πατρός ἐκπορεύεται” (Ἰωάν. 15,26), καὶ ἐναντίον τῆς ὁμολογίας συμπάσης τῆς Καθολικῆς Ἐκκλησίας, καθ’ ἃ μαρτυρεῖται ὑπὸ τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, “τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον”, α’ ὡς αναιροῦσα τὴν ἐν τῷ εὐαγγελίῳ μαρτυρουμένην ἐκ μιᾶς αἰτίας ἑνικὴν μέν, ἑτεροειδῆ δὲ πρόοδον τῶν θείων προσώπων τῆς μακαρίας Τριάδος· β’ ὡς ἐπιφέρουσα ἑτεροτελεῖς καὶ ἀνίσους σχέσεις εἰς αὐτὰς τὰς ἰσοδυνάμους καὶ συμπροσκυνουμένας ὑποστάσεις καὶ σύγχυσιν αὐτῶν ἤ συνίζησιν· γ’ ὡς ἐλεγχουσα ἀτελῆ δῆθεν, ἢ γοῦν σκοτεινὴν καὶ δύσληπτον πρὸ αὐτῆς τῆν ὁμολογίαν τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· δ’ ὡς καθαπτομένη τῶν ἐν Νικαίᾳ τῆς πρώτης οἰκουμενικῆς Συνόδου καὶ τῶν ἐν Κωνσταντινουπόλει δευτέρας οἰκουμενικῆς Συνόδου ἁγίων Πατέρων, θεολογησάντων δῆθεν ἀτελῶς τὰ περὶ τοῦ Ὑιοῦ καὶ ἁγίου Πνεύματος, ὡς σιγησάντων τηλικαύτην ἰδιότητα τῆς θεότητος ἑκατέρων τῶν προσώπων, καίτοι οὔσης ἀνάγκης ἵνα ἐρμηνευθῶσιν ἅπασαι αἱ θεϊκαὶ ἰδιότητες κατά τε τῶν Ἀρειανῶν καὶ τῶν Μακεδονιανῶν· ε’ ὡς ὑβρίζουσα τοὺς πατέρας τῆς Γ’, Δ’, Ε’, ΣΤ’, καὶ Ζ’ οἰκουμενικῆς Συνόδου, ἀνακηρύξαντας εἰς τὴν ὑφήλιον παντέλειον καὶ πάμπληρες τὸ θεῖον Σύμβολολον, ὥστε καὶ ἀραῖς φρικταῖς καὶ ἐπιτιμίοις ἀλύτοις ἀπειπεῖν πᾶσαν προσθήκην καὶ ἀφαίρεσιν ἢ ἀλλοίωσιν ἢ μετάθεσιν ἔτι καὶ κεραίας αὐτῆς καὶ εἰς ἑαυτοὺς καὶ εἰς οὑστινασοῦν ἄλλους· τὸ δὲ τάχα ἦν διορθωτέον καὶ αὔξιμον καὶ ἀκολούθως ἅπασα ἡ θεολογικὴ τῶν καθολικῶν Πατέρων διδασκαλία ἀλλοιωτέα, ὡς ἀνακαλυφθείσης δῆθεν νέας ἰδιότητος καὶ εἰς τὰ τρία πρόσωπα τῆς μακαρίας Τριάδος· ς’ ὡς παρεισδύσασα κατ’ ἀρχὰς ἐν ταῖς Ἐκκλησίαις τῆς Δύσεως “λύκος ἐν δέρματι προβάτου”, τοὐτέστιν ὑπὸ τὴν σημασίαν οὐ τῆς “εκπορεύσεως” κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ καὶ τὴν ἐν τῷ Συμβόλῳ ἑλληνικὴν ἐκδοχὴν, ἀλλ’ ὑπὸ τὴν σημασίαν τῆς “ἀποστολῆς” καθ’ ἃ ἀπελογεῖτο ὁ Πάπας Μαρτῖνος πρὸς τὸν Ὁμολογητὴν Μαξιμον, καὶ καθ’ ἃ ἐξηγεῖτο Ἀναστάσιος ὁ βιβλιοθηκάριος ἐπὶ Ἰωάννου τοῦ ὀγδόου· ζ’ ὡς βιάσασα ιδιωτικῶς τόλμῃ ἀνεικάστῳ καὶ παραχαράξασα αὐτὸ τὸ Σύμβολον, οὖσαν κοινὴν παρακαταθήκην τοῦ Χριστιανισμοῦ· η’ ὡς ἐπαγαγοῦσα τηλικαύτας ταραχὰς ἐν τῇ ἡσύχῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ καὶ σχίσασα τὰ ἔθνη· θ’ ὡς ἀποκηρυχθεῖσα πανδήμως κατ’ αὐτὴν τὴν πρώτην ἐμφάνισιν αὐτῆς ὑπὸ δύο ἀειμνήστων Παπῶν, Λέοντος τοῦ Γ’ καὶ Ἰωάννου του Η’, ὃς καὶ μετὰ τοῦ Ἰούδα συνέταξε πρώτους εἰσαγαγόντας αὐτὴν εἰς τὸ θεῖον Σύμβολον ἐν τῇ πρὸς τὸν ἱερὸν Φώτιον ἐπιστολῇ· ι’ ὡς καταδικασθεῖσα ὑπὸ πολλῶν ἱερῶν Συνόδων τῶν τεσσάρων Πατριαρχῶν τῆς ἑώας λήξεως· ια’ ὡς ἀναθέματι καθυποβληθεῖσα, οἷα νεωτερισμὸς καὶ ἐπαύξησις τοῦ Συμβόλου κατὰ τὴν Η’ οἰκουμενικὴν Σύνοδον, τὴν ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσαν ἐπὶ εἰρήνην τῶν ἀνατολικῶν τε καὶ δυτικῶν ἐκκλησιῶν· ιβ’ ὡς ἅμα εἰσαχθεῖσα ἐν ταῖς κατὰ τὴν Δύσιν Ἐκκλησίαις, ἤτοι αὐτὴ ἐτεκνοποίησε αἴσχιστα γεννήματα ἤ συμπαρεισήγαγε κατὰ μικρὸν ἑτέρας καινοτομίας, τὰς πλείστας ἐναντιουμένας εἰς τὰς ῥητῶς γεγραμμένας ἐν τῷ εὐαγγελίω διαταγὰς τοῦ Σωτῆρος ἡμῶν, διατηρηθείσας ἀκριβῶς μέχρι τῆς εἰσαγωγῆς αὐτῆς ἐν ταῖς Ἐκκλησίαις, εἰς ἃς παρεισήχθη: οἷον ῥάντισμα ἀντὶ βαπτίσματος· ἀπάρνησιν τοῦ θείου ποτηρίου εἰς τοὺς λαϊκοὺς καὶ ἄρσιν μετὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄρτου κλωμένου, χρῆσιν δὲ φολιδίων· ἄζυμον ἀντὶ ἄρτου· ἀφαίρεσιν ἀπὸ τῶν λειτουργιῶν τῆς εὐλογίας, ἤτοι τῆς θείας ἐπικλήσεως τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος· καὶ καταλυούσας τὰς ἀρχαίας ἀποστολικὰς τελετὰς τῆς Καθολικῆς Ἐκκλησίας, οἷον τὰ βαπτιζόμενα βρέφη μήτε χρίεσθαι, μήτε μεταλαμβάνειν τῶν ἀχράντων μυστηρίων, τοὺς ἐγγάμους μὴ ἱερᾶσθαι, τὸ ἀναμάρτητον καὶ τοποτηρητικὸν εἰς τὸ πρόσωπον τοῦ Πάπα κ.τ.λ., παραγκωνίσασα οὕτως ἅπαντα τὸν ἀρχαῖον ἀποστολικὸν τύπον, μικροῦ δεῖν, ἁπάντων τῶν μυστηρίων καὶ ἁπάσης τῆς διδασκαλίας, ὃν κατεῖχε ἡ ἀρχαία, ἁγία καὶ ὀρθόδοξος Ἐκκλησία τῆς Ῥώμης, οὖσα τότε μέλος τιμιώτατον τῆς ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας· ιγ’ ὡς παρωθήσασα τοὺς θεολόγους τῆς Δύσεως, ὑπερασπιστὰς αὐτῆς γενομένους, διὰ τὸ μὴ ἔχειν αὐτὴν χώραν μηδεμίαν μήτε ἐν τῇ Γραφῇ μήτε ἐν τοῖς Πατράσι, πρὸς εὐπροσωπισμὸν τῶν ἀπαριθμηθεισῶν ἑτεροδιδασκαλιῶν, οὐ μόνον εἰς τὰς τῶν Γραφῶν παρερμηνείας, οἵας οὐχ ὁρῶμεν εἰς οὐδένα τῶν Πατέρων τῆς Καθολικῆς Ἐκκλησίας, ἀλλὰ καὶ εἰς παραχαράξεις ἱερῶν καὶ ἀθίκτων κειμένων τῶν ἀνατολικῶν τε καὶ δυτικῶν θείων Πατέρων· ιδ’ ὡς φανείσα ξένη, ἀνήκουστος καὶ βλάσφημος ἔτι καὶ εἰς τὰς δι’ ἑτέρους δικαίους λόγους πρὸ τῆς γενέσεως αὐτῆς δι’ αἰώνας ἀποκλεισθείσας ἀπὸ τῆς καθολικῆς μάνδρας ὑφισταμένας χριστιανικὰς κοινωνίας· ιε’ ὡς μὴ δυνηθεῖσα εἰσέτι ἀπολογηθῆναι ἐκ τῶν Γραφῶν κἂν πιθανῶς, ἢ τοὐλάχιστον ἐλλόγως ἐκ τῶν Πατέρων σὺν πάσῃ τῇ σπουδῇ καὶ τῷ ἀγῶνι τῶν ὑπερασπιστῶν αὐτῆς εἰς οὐδεμίαν τῶν καταλεχθεισῶν κατηγοριῶν, -ἡ τοιαύτη δόξα φέρει ἅπαντα τὰ χαρακτηριστικὰ τῆς ἑτεροδιδασκαλίας, προϊόντας ἐκ τῆς φύσεως καὶ τῶν ἰδιωμάτων αὐτῆς. Καὶ ἐπειδὴ πᾶσα ἑτεροδιδασκαλία, ἁπτομένη αὐτοῦ τοῦ καθολικοῦ φρονήματος περὶ τῆς τε μακαρίας Τριάδος καὶ τῶν θείων προσόδων, καὶ δὴ καὶ αὐτῆς τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματος, ἔστι τε καὶ λέγεται αἵρεσις, καὶ οἱ οὕτω φρονοῦντες αἱρετικοί, κατὰ τὴν ἀπόφασιν τοῦ ἐν ἁγίοις Δαμάσου Πάπα Ῥώμης, “εἴ τις περὶ τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καλῶς φρονήσει, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ὀρθῶς ἔχει, αἱρετικός ἐστι” (Ὁμολ. καθ. πίστ., ἣν ὁ Πάπας Δάμασος απέστειλε πρὸς ἐπίσκοπον Παυλῖνον Θεσσαλονίκης, MPL. 13, 363), διὰ τοῦτο ἡ μία, ἁγία, καθολική καὶ ἀποστολικὴ Ἐκκλησία, ἑπομένη τοῖς ἴχνεσι τῶν ἁγίων Πατέρων, ἀνατολικῶν τε καὶ δυτικῶν, ἐκήρυξέ τε πάλαι ἐπὶ τῶν Πατέρων ἡμῶν, καὶ κηρύττει πάλιν σήμερον συνοδικῶς, αὐτὴν μὲν τὴν ῥηθεῖσαν καινοφανῆ δόξαν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύται ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Ὑιοῦ, εἶναι οὐσιωδῶς αἵρεσιν, καὶ τοὺς ὁπαδοὺς αὐτῆς, οἱοιδήποτε καὶ ἂν ὦσιν αἱρετικούς, κατὰ τὴν ῥηθεῖσαν ἀπόφασιν τοῦ ἁγιωτάτου Πάπα Δαμάσου, καὶ τὰς ἐξ αὐτῶν συγκροτουμένας συνάξεις αἱρετικάς, καὶ πᾶσαν κοινωνίαν πνευματικὴν καὶ θρησκευτικὴν τῶν Ὀρθοδόξων τέκνων τῆς Καθολικῆς Ἐκκλησίας πρὸς τοὺς τοιούτους ἄθεσμον, μάλιστα τῇ δυνάμει του ζ’ Κανόνος τῆς Γ’ Οἰκουμενικῆς Συνόδου (ἀνωτέρω σελ. 150).

6. Αὕτη ἡ αἱρεσις, συνημμένους ἔχουσα ἑαυτῇ καὶ παμπόλλους νεωτερισμούς, ὡς εἴρηται, γνωρισθεῖσα περὶ τὸν ἕβδομον αἰῶνα μεσοῦντα, ἄγνωστος τὴν ἀρχὴ καὶ ἀνώνυμος, καὶ δὴ ὑπὸ διαφόρους σημασίας κατὰ τὰς δυτικὰς ἐπαρχίας τῆς Εὐρώπης ἠρέμα ὑφέρπουσα ἐν διαστήματι τεσσάρων ἤ πέντε αἰώνων, κατισχύσασα τῆς ἀρχαίας ὀρθοδοξίας ἐκείνων τῶν μερῶν, ἀκηδίᾳ τῶν ἐκεῖ τότε ποιμένων καὶ προστασίᾳ τῶν ἡγεμόνων, ἀπεπλάνησε κατὰ μικρὸν οὐ μόνον τὰς τότε ἔτι ὀρθοδοξούσας Ἐκκλησίας τῶν Ἰσπανιῶν, ἀλλὰ καὶ τὰς Γερμανικὰς καὶ τὰς Ἰταλικὰς αυτάς, ὧν η ὀρθοδοξία κατηγγέλετό ποτε εἰς ἅπαντα τὸν κόσμον, καὶ πρὸς ἃς πολλάκις ἐκοινολογοῦντο οἱ θειότατοι Πατέρες ἡμῶν, οἷος ὁ μέγας Ἀθανάσιος καὶ ὁ οὐρανοφάντωρ Βασίλειος, καὶ ὧν ἡ μεθ’ ἡμῶν σύμπνοιά τε καὶ σύμπραξις μέχρι τῆς ἑβδόμης οἰκουμενικῆς Συνόδου διετήρησεν ἀλώβητον τὴν διδασκαλίαν τῆς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ἀλλὰ τέως φθόνῳ τοῦ μισοκάλου, οἱ νεωτερισμοὶ αὐτῆς περὶ τῆν ὑγιᾶ καὶ ὀρθόδοξον θεολογίαν τοῦ παναγίου Πνεύματος (οὗ “ἡ βλασφημία οὐκ ἀφεθήσεται (τοῖς ἀνθρώποις) οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι”, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν) Ματθ. 12,32), καὶ ἀλληλοδιαδόχως οἱ περὶ τὰ θεῖα μυστήρια, καὶ μάλιστα οἱ περὶ τὸ μυστήριον τοῦ τε κοσμοσωτηρίου βαπτίσματος καὶ τῆς θείας κοινωνίας καὶ τῆς ἱερωσύνης νεωτερισμοὶ οἷα γεννήματα τερατώδη, συμπαρακολουθήσαντες κατεκυρίευσαν καὶ αὐτὴν τὴν πρεβυτέραν Ῥώμην, ὁπόθεν ἐνδυθεῖσα ἐπισημότητα ἐν τῇ Ἐκκλησίᾳ πρὸς διαστολὴν εἴληχε καὶ τὴν προσηγορίαν Παπισμός. Οἱ γὰρ Ἐπίσκοποι αὐτῆς, Πάπαι ἐπωνυμούμενοι, εἰ καὶ τὸ κατ’ ἀρχάς τινες αὐτῶν οἰκουμενικῶς ἐκηρύχθησαν κατὰ τοῦ νεωτερισμοῦ, οἷος ὁ Λέων ο Γ’ καὶ Ἰωάννης ὁ Η’, ὡς προείρηται, καὶ εἰς τὴν ὑφήλιον ἀπεκήρυξαν αὐτήν, ὁ μὲν διὰ τῶν ἀργυρῶν ἐκείνων ἀσπίδων, ὁ δὲ διὰ τῆς εἰς τὴν Η’, οἰκουμενικὴν Σύνοδον πρὸς τὸν ἱερὸν Φώτιον ἐπιστολῆς αὐτοῦ, καὶ διὰ τῆς πρὸς Σφενδόπουλχρον ὑπὲρ τοῦ Μεθοδίου ἐπισκόπου Μοραυΐας, οἱ πλείους μέντοι τῆς μετ’ αὐτοὺς διαδοχῆς, δελεασθέντες ἐκ τῶν ὑπὸ τῆς αἱρέσεως χορηγουμένων αὐτοῖς ἀντισυνοδικῶν προνομίων ἐπὶ καταδυναστείᾳ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ εὑρόντες ἐν αὐτοῖς πολὺ τὸ κοσμικὸν ὄφελος “καὶ τὴν ἐργασίαν πολλὴν”, φαντασθέντες μονοκρατορίαν ἐν τῇ Καθολικῇ Ἐκκλησία καὶ μονοπώλιον τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οὐ μόνον τὸ κατ’ αὐτοὺς ἠλλοίωσαν ἀρχαῖον θρήσκευμα, ἀποσχίσαντες ἑαυτοὺς τοῖς ρηθεῖσι νεωτερισμοῖς ἀπὸ τοῦ λοιποῦ ἀρχαίου τε καὶ ὑφισταμένου χριστιανικοῦ πολιτεύματος, ἀλλ’ ἐσπούδασαν, οὐκ ἄνευ ἀθεμίτων παραπραγματεύσεων, ὡς ἡ αληθὴς Ἱστορία παρέδωκεν ἡμῖν, ἵνα συναποσπάσωσι καὶ τὰς λοιπὰς τέσσαρας Πατριαρχείας εἰς τὴν ἑαυτῶν ἀποστασίαν ἀπὸ τῆς Ὀρθοδοξίας, καὶ δουλώσωσιν οὕτω τὴν Καθολικὴν Ἐκκλησίαν εἰς θελήσεις καὶ διαταγὰς ἀνθρώπων.

7. Οἱ τότε ἀοίδιμοι προκάτοχοί τε καὶ Πατέρες ἡμῶν κοινῷ τῷ πόνῳ καὶ τῷ βουλεύματι, ἰδόντες λὰξ πατουμένην τὴν προγονικὴν εὐαγγελικὴν διδασκαλίαν, καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ Σωτῆρος ἡμῶν χερσὶν ἀνοσίοις διαῤῥηγνύμενον, πατρικῷ τε καὶ ἀδελφικῷ φίλτρῳ οἰστρούμενοι, ἔκλαυσαν μὲν τὴν ἀπώλειαν τοσούτων Χριστιανῶν, “ὑπὲρ ὧν ὁ Χριστὸς ἀπέθανε” (Ρωμ. 14,15, Β’ Κορ. 5,14,15), κατεβάλλοντο δὲ πολλὴν τὴν σπουδὴν καὶ φιλοτιμίαν, συνοδικῶς τε ἅμα καὶ ἰδίᾳ, ἵνα σῳσομένης τῆς ὀρθοδόξου διδασκαλίας τῆς Καθολικῆς ἁγίας Ἐκκλησίας, συρράψωσιν, ὅπώσποτε δυνηθῶσι, τὸ διερρωγός, καὶ ὡς δόκιμοι ἰατροί συνεσκέφθησαν ὑπὲρ τῆς σωτηρίας τοῦ πεπονθότος μέλους, πολλὰς ὑπενεγκότες καὶ θλίψεις καὶ περιφρονήσεις καὶ διωγμούς, μόνον ὅπως μὴ καταμελισθῇ το σῶμα τοῦ Χριστοῦ, μόνον ὅπως μὴ καταπατηθῶσιν οἱ ὅροι τῶν θείων καὶ σεπτῶν Συνόδων. Ἀλλ’ ἡ ἀψευδὴς Ἱστορία παρέδωκεν εἰς ἡμᾶς τὸ ἄτεγκτον τῆς δυτικῆς ἐπιμονῆς εἰς τὴν πλάνην· οἱ ἀοίδιμοι οὗτοι ἄνδρες ἐπειράθησαν ἔργῳ καὶ εἰς ταύτην τὴν ὑπόθεσιν τὸ ἀληθὲς τῶν λόγων τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ οὐρανοφάντορος, λέγοντος ἔτι καὶ τότε ἐκ πείρας περὶ τῶν ἐπισκόπων τῆς Δύσεως, καὶ ἰδίᾳ περὶ τοῦ κατ’ αὐτὸν Πάπα· “οἳ τό γε ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλοντας φιλονικήσαντες, τὴν δὲ αἵρεσιν δι’ αυτῶν ἐπιβεβαιώσαντες” (προς Εὐσέβ. Σαμοσ., Ἐπιστ. 239 MPG. 32,893)· καὶ οὕτω μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν ἀδελφικήν, γνόντες τὸ ἀμετανόητον αὐτῶν, “ἀποσεισάμενοι” καὶ “παραιτηθέντες”, παρέδωκαν αὐτοὺς εἰς τὸν ἀδόκιμον αὐτῶν νοῦν” (Ρωμ. 1,28), (κρείττων γὰρ πόλεμος εἰρήνης χωριζούσης Θεοῦ”, ὡς εἶπε καὶ ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Γρηγόριος περὶ τῶν Ἀρειανῶν). Ἔκτοτε οὐδεμία κοινωνία πνευματικὴ ἡμῖν τε καὶ αὐτοῖς· βαθὺ γὰρ ὤρυξαν τὸ χάσμα ἰδίαις χερσί, τὸ μεταξὺ αὐτῶν τε καὶ τῆς Ὀρθοδοξίας.

8. Ἀλλ’ οὐ διὰ τοῦτο ἔπαυσεν ὁ Παπισμὸς ἐπηρεάζων τὴν ἥσυχον Ἐκκλησίαν τοῦ Θεοῦ, ἀλλ’ ἀποστέλλων ἁπανταχοῦ μισσιοναρίους λεγομένους, ἄνδρας ψηχοκαπήλους, “περιάγει γῆν καὶ θάλασσαν, “ἵνα ποιήσῃ ἕνα προσήλυτον” (Ματθ. 23,15), ἀπατήσῃ ἕνα τῶν Ὀρθοδόξων, διαφθείρῃ τὴν τοῦ Κυρίου ἡμῶν διδασκαλίαν, νοθεύσῃ διὰ προσθήκης τὸ θεῖον Σύμβολον τῆς ἱερᾶς ἡμῶν πίστεως, περιττὸν ἀναδείξῃ τὸ θεοπαράδοτον βάπτισμα, ἄχρηστον τὴν κοινωνίαν τοῦ ποτηρίου τῆς Διαθήκης καὶ μύρια ὅσα ἄλλα ὁ δαίμων τοῦ νεωτερισμοῦ ὑπηγόρευσεν εἰς τοὺς τότε τὰ πάντα τολμήσαντας σχολαστικοὺς τοῦ μεσαίωνος καὶ εἰς τοὺς τότε τὰ πάντα διὰ τὴν φιλαρχίαν θαρρήσαντας ἐπισκόπους τῆς πρεσβυτέρας Ῥώμης. Οἱ διὰ τὴν εὐσέβειαν μακαριστοὶ προκάτοχοι καὶ πατέρες ἡμῶν, καίτοι πολυμερῶς καὶ ποκιλοτρόπως ἐπηρεασθέντες καὶ καταδιωχθέντες ἔσωθεν καὶ ἔξωθεν, ἀμέσως τε καὶ ἐμμέσως ὑπὸ τοῦ Παπισμοῦ, “πεποιθότες ἐπὶ Κύριον” ἴσχυσαν ἵνα διασώσωσι καὶ παραδώσωσι σώαν καὶ εἰς ἡμᾶς ταύτην τὴν ἀνεκτίμητον κληρονομίαν τῶν Πατέρων αὐτῶν, ἣν καὶ ἡμεῖς, Θεοῦ συνάρσει, μετοχεύσομεν ὡς θησαυρὸν πολύτιμον εἰς τὰς ἐπερχομένας γενεὰς, μέχρι τῆς συντελείας τῶν αιώνων. Ἀλλ’ οὐ διὰ τοῦτο παύουσιν ἕως τῆς σήμερον ἣ παύσονται οἱ Παπισταὶ, κατὰ τὸ ἔθος αὐτῶν, ἐπιτιθέμενοι κατὰ τῆς Ὀρθοδοξίας, ἣν ἔχουσιν ἔλεγχον ζῶντα καθημερινὸν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν, ὡς ἀποστατήσαντες ἐκ τῆς προγονικῆς αὐτῶν πίστεως. Εἴθε ἐποίουν τὰς ἐπιθέσεις ταύτας κατὰ τῆς ἐπιδραμούσης τὴν Ἑσπερίαν καὶ κατακυριευσάσης αἱρέσεως. Τίς γὰρ ἀμφιβάλλει ὅτι, εἴπως ἡ εἰς κατάλυσιν τῆς Ὀρθοδοξίας σπουδὴ αὐτῶν ἐνησχολεῖτο εἰς κατάλυσιν τῆς αἱρέσεως καὶ τῶν νεωτερισμῶν, κατὰ τὰς θεοφιλεῖς συμβουλἀς Λέοντος τοῦ Γ’ καὶ Ἰωάννου τοῦ Η’, τῶν ἀοιδίμων ἐκείνων ἐσχάτων ὀρθοδόξων Παπῶν, πάλαι ἂν οὐδὲ ἴχνος ἐμεμενήκει αὐτῆς εἰς τὴν ὑφήλιον, καὶ ἦμεν ἂν νῦν λέγοντες “τὸ αὐτὸ” κατὰ τὴν ἀποστολικὴν παραγγελίαν. Ἀλλ’ ὁ τῶν διαδεξαμένων αὐτοὺς ζῆλος οὐκ ἦν ἐν προφυλακῇ τῆς ὀρθοδόξου πίστεως, κατὰ τὸν αξιομνημόνευτον ζῆλον τοῦ ἐν μακαρίοις Λέοντος τοῦ Γ’.

9. Καὶ ἄχρι μὲν καιροῦ αἱ ἐπιθέσεις τῶν προγενεστέρων Παπῶν, ὡς ἐκ προσώπου αὐτῶν, ἤδη ἦσαν πεπαυμέναι, καὶ μόναι αἱ τῶν κατὰ μέρος μισσιοναρίων ἐγένοντο. Ἀρτίως δὲ ὁ κατὰ τὸ 1846 ἀναλαβὼν τὴν ἐπισκοπὴν τῆς Ῥώμης καὶ ἀναγορευθεὶς Πάπας Πῖος ἔνατος, ἐξέδωσε κατὰ τὴν 6ην Ἰανουαρίου τοῦ ἐνεστῶτος ἔτους ἐγκύκλιον ἐπιγραφομένην “πρὸς τοὺς Ἀνατολικούς”, συνισταμένην εἰς δώδεκα σελίδας ἐν τῇ ἑλληνικῇ μεταφράσει, ἣν ὁ ἀπεσταλμένος αὐτοῦ διεσκόρπισεν, ὡς ἔξωθέν ποθεν ἐρχόμενον μίασμα, ἐντὸς τῆς ἡμετέρας ὀρθοδόξου ποίμνης. Ἐν ταύτῃ τῇ ἐγκυκλίῳ προσκαλεῖ μὲν τοὺς κατὰ διαφόρους καιροὺς ἐκ διαφόρων χριστιανικῶν κοινωνιῶν ἀποστατήσαντας καὶ αὐτομολήσαντας εἰς τὸν Παπισμόν, καὶ ἑπομένως οἰκείους αὐτῷ, ἀποτείνεται δ’ ἐκ προθέσεως καὶ εἰς τοὺς Ὀρθοδόξους, ἰδίᾳ μὲν ἢ ὀνομαστὶ οὐ, ἀναφέρων δὲ ὀνομαστὶ (σελ. 3. στίχ. 1418, σελ. 4 στίχ. 19 καὶ σελ. 9 στίχ. 5 καὶ 17 καὶ 23) τοὺς θείους καὶ ἱεροὺς ἡμῶν Πατέρας, δῆλός ἐστι συκοφαντῶν αὐτούς τε καὶ ἡμᾶς τοὺς διαδόχους καὶ ἀπογόνους αὐτῶν, ἐκείνους ὡς τάχα πειθομένους εἰς τὰ παπικὰ ἐντάλματα καὶ ἀποφάσεις ἀνετάστως καὶ καθ’ ὃ προερχομένας ἀπὸ τῶν Παπῶν, ὡς τάχα διαιτητῶν τῆς Καθολικῆς Ἐκκλησίας, ἡμᾶς δὲ ὡς τάχα ἀπειθεῖς εἰς τὰ ἐκείνων παραδείγματα, καὶ ἑπομένως διαβάλλων ἡμᾶς εἰς τὸ θεόθεν ἡμῖν ἐπιτραπὲν ποίμνιον, ὡς ἀποσχιζομένους δῆθεν τῶν Πατέρων ἡμῶν αὐτῶν καὶ ὡς ἀμελοῦντας τῶν ἱερῶν ἡμῶν καθηκόντων καὶ τῆς ψυχικῆς σωτηρίας τῶν πνευματικῶν ἡμῶν τέκνων. Καὶ δὴ σφετεριζόμενος ὡς ἴδιον κτῆμα τὴν Καθολικὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, διὰ τὸ κατέχειν, ὡς καυχᾶται, τὸν ἐπισκοπικὸν θρόνον τοῦ μακαρίου Πέτρου, ἀπατᾶν ἐθέλει οὕτω τοὺς ἀφελεστέρους εἰς ἀποστασίαν τῆς Ὀρθοδοξίας, ἐπιλέγων τὰ εἰς πάντα τρόφιμον θεολογικῆς παιδείας παράδοξα ἐκεῖνα ῥήματα, “οὔτε ὑπάρχει λόγος δι’ οὗ νὰ προφασισθῆτε ἀπὸ τὴν ἐπάνοδον εἰς τὴν ἀληθινὴν Ἐκκλησίαν καὶ κοινωνίαν μὲ τὸν ἅγιον τοῦτον θρόνον” (σελ. 10, στίχ. 29).

10. Πάντως ἕκαστος τῶν εὐσεβῶς ἀνατεθραμμένων καὶ πεπαιδευμένων ἡμετέρων ἀδελφῶν καὶ τέκνων ἐν Χριστῷ, ἀναγιγνώσκομεν ἐπισταμένως καὶ τῇ θεόθεν αὐτῷ δοθείσῃ σοφίᾳ, διακρίνει ὅτι οἱ λόγοι καὶ τοῦ νῦν ἐπισκόπου τῆς Ῥώμης, ὡς καὶ οἱ ἀπὸ τοῦ σχίσματος προκατόχων αὐτοῦ, οὔκ εἰσι ῥήματα εἰρήνης, ὡς λέγει (σελ. 7, στίχ. 8), καὶ φιλοστοργίας, ἀλλά ῥήματα ἀπάτης καὶ παραλογισμοῦ, εἰς ἰδιοτέλειαν τείνοντα, κατὰ τὸ ἔθος τῶν ἀντισυνοδικῶν αὐτοῦ προκατόχων. Δι’ ὃ καὶ βέβαιοί ἐσμεν ὅτι, ὡς μέχρι τῆς σήμερον, οὕτω καὶ εἰς τὸ ἐξῆς οἱ Ὀρθόδοξοι οὐκ ἀπατηθήσονται· βέβαιος γὰρ ὁ λόγος τοῦ Κυρίου ἡμῶν, “ἀλλοτρίῳ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν” (Ἰωάν. 10,5).

11. Σὺν πᾶσι τούτοις ἡμέτερον πατρικόν τε καὶ ἀδελφικὸν χρέος καὶ ἱερὸν καθῆκον ἡγησάμεθα, ἵνα καὶ διὰ τοῦ παρόντος ἡμῶν εὐχετικοῦ στηρίξωμεν ὑμᾶς εἰς ἣν κατέχετε ἐκ τῶν προγόνων Ὀρθοδοξίαν, ἅμα τε τὸ σαθρὸν τῶν συλλογισμῶν τοῦ ἐπισκόπου τῆς Ῥώμης ἐν παρόδῳ σημάνομεν, ὅπερ καὶ αὐτὸς δῆλός ἐστι νοῶν. Οὐ γὰρ ἀπὸ τῆς ἀποστολικῆς αὐτοῦ ὁμολογίας ἐγκαλωπίζει τὸν θρόνον αὐτοῦ, καὶ ἐκ τοῦ ἀξιώματος τὴν ὁμολογίαν αὐτοῦ. Τὸ δ’ ἄρα ἔχει ἄλλως· μὴ γὰρ ὁ θρόνος τῆς Ῥώμης, ὃς ἐκ μιᾶς τινος ἁπλῆς παραδόσεως νομίζεται τιμηθεὶς παρὰ τοῦ μακαρίου Πέτρου, ἀλλ’ οὐδὲ ὁ ὑπὸ τῆς θείας Γραφῆς μαρτυρούμενος κύριος θρόνος τοῦ μακαρίου Πέτρου, ἥτις ἐστὶν ἡ Ἀντιόχεια, ἧς ἡ Ἐκκλησία διὰ τοῦτο μεμαρτύρηται ὑπὸ τοῦ ἁγίου Βασιλείου “ἁπασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν καιριωτάτη” (Ἐπιστ. 66, Ἀθαν. τῷ μεγ. MPG 32.415), καί, ὅπερ μέγιστον, ἡ δευτέρα οἰκουμενικὴ Σύνοδος, γράφουσα πρὸς τὴν Σύνοδον τῶν Δυτικῶν (τοῖς κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Δαμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ κ.τ.λ.), μαρτυρεῖ λέγουσα· “τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς Ἐκκλησίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτη τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα” (MPL. 13,1202)· οὔτε αὐτή, φαμέν, ἡ ἐν Ἀντιοχείᾳ ἀποστολικὴ Ἐκκλησία ἔσχε ποτὲ τὸ δικαίωμα, ἵνα μὴ κρίνηται πρός τε τὴν θείαν Γραφὴν καὶ πρὸς τὰς συνοδικὰς ἀποφάσεις, ὡς ἀληθῶς σεμνυομένη εἰς τὸν θρόνον τοῦ Πέτρου. Καὶ τί λέγομεν; αὐτὸ τὸ πρόσωπον τοῦ μακαρίου Πέτρου ἐκρίθη “κατ’ ἐνώπιον πάντων πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου” καί, ὅπερ γραφικὸν μαρτύριον, εὑρέθη εἶναι “κατεγνωσμένος καὶ οὐκ ὀρθοποδῶν” (Γαλ. 2,11 ἑξ.). Τί οὖν ὑποληπτέον περὶ τῶν ἐγκαυχωμένων καὶ γαυριώντων μόνον ἐπὶ τῇ κατοχῇ τοῦ καθ’ ὑπόληψιν θρόνου αὐτοῦ; Καὶ τῷ ὄντι αὐτὸς πάλιν ὁ οὐρανοφάντωρ μέγας Βασίλειος, ὁ οἰκουμενικὸς οὗτος διδάσκαλος τῆς Ὀρθοδoξίας ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ, εἰς ὅνπερ ἀναγκάζονται καὶ οἱ ἐπίσκοποι τῆς Ῥώμης ἵνα παραπέμπωσιν (σελ. η’, στίχ. 31) ἡμᾶς, τρανῶς καὶ καθαρῶς ἀνωτέρω ἐδήλωσεν ἡμῖν, τίνα ὑπόληψιν ὀφείλομεν ἔχειν περὶ τῶν κρίσεων τοῦ Οὐατικανοῦ ἀδύτου. “Οἳ τό γε ἀληθές οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονικήσαντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν ἐπιβεβαιοῦντες”. Ὥστε αὐτοὶ ἐκεῖνοι οἱ ἅγιοι Πατέρες ἡμῶν, οὓς θαυμάζουσα ἐπαξίως ὡς φωστῆρας καὶ διδασκάλους καὶ αὐτῆς τῆς Δύσεως ἀπαριθμεῖ ἡμῖν ἡ αὐτοῦ Μακαριότης καὶ συμβουλεύει ἵνα ἀκολουθῶμεν (Αὐτόθι), διδάσκουσιν ἡμᾶς, ἵνα μὴ τὴν Ὀρθοδοξίαν ἐκ τοῦ ἁγίου θρόνου, ἀλλὰ τὸν θρόνον αὐτὸν καὶ τὸν ἐπὶ τοῦ θρόνου κρίνωμεν πρὸς τὰς θείας Γραφάς, πρὸς τὰς συνοδικὰς ἀποφάσεις καὶ ὅρους καὶ πρὸς τὴν κεκηρυγμένην πίστιν, ἤτοι πρὸς τὴν ὀρθοδοξίαν τῆς διηνεκοῦς διδασκαλίας. Οὕτως ἔκριναν καὶ κατέκριναν συνοδικῶς οἱ Πατέρες ἡμῶν καὶ τὀν Ὀνώριον Πάπαν Ῥώμης καὶ τὸν Διόσκορον Πάπαν τῆς Ἀλεξανδρείας καὶ τὸν Μακεδόνιον καὶ Νεστόριον Πατριάρχας Κωνσταντινουπόλεως καὶ τὸν Πέτρον Κναφέαν Πατριάρχην τῆς Ἀντιοχείας κ.τ.λ. Εἴπερ γὰρ καὶ αὐτὸ τὸ “βδέλυγμα τῆς ἐρημώσεως ἐν τόπῳ ἁγίῳ”, κατὰ τὴν μαρτυρίαν τῶν Γραφῶν (Δαν. 9,27) καὶ Ματθ. 24,15), διατί μὴ καὶ ἡ καινοτομία καὶ ἡ αἵρεσις ἐπὶ θρόνου ἁγίου; Κἀντεῦθεν πορίζεται ἐν συνόψει τὸ χαῦνον καὶ ἀβληχρὸν καὶ τῶν λοιπῶν ἐπιχειρημάτων τοῦ ἐπισκόπου τῆς Ῥώμης· εἰ μὴ γὰρ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἐτεθεμελίωτο ἐπὶ τῇ ἀρραγεῖ πέτρᾳ τῆς ὁμολογίας τοῦ Πέτρου (ἥτις ἦν κοινὴ ἀπόκρισις ἐκ μέρους τῶν ἐρωτηθέντων Ἀποστόλων, “ὑμεῖς δὲ τίνα μὲ λέγετε”; (Ματθ. 16.16) τοῦ τῆς “σὺ εἰ ὁ Χριστὸς ὁ Ὑιὸς τοῦ Θεοῦ τοῦ ζῶντος” (Αὐτόθι 16), ὡς ἐξηγοῦνται ἡμῖν οἱ θείοι Πατέρες ἀνατολικοὶ τε καὶ δυτικοὶ ἐπὶ σφαλερῷ ἄν ἐθεμελιοῦτο θεμελίῳ κἀπὶ τῷ Κηφᾷ αὐτῷ, μήτοι γε τῷ Πάπᾳ, ὅστις μετὰ τὸ ἰδιοποιηθῆναι καὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ποίαν τινὰ διαχείρισιν αὐτῶν ἐποιήσατο, πρόδηλον ἐκ τῆς Ἱστορίας. Ἀλλὰ καὶ τὴν τοῦ τριττοῦ “ποίμενε τὰ πρόβατά μου” σημασίαν οἵ τε κοινοὶ θεῖοι Πατέρες ἡμῶν συμφώνως διδάσκουσιν, ὅτι οὐκ ἦν προνόμιόν τι ἐπὶ τῶν λοιπῶν Ἀποστόλων τοῦ μακαρίου Πέτρου, ἥκιστα δὲ τῶν διαδόχων αὐτοῦ, ἀλλ’ ἁπλῆ τις ἀποκατάστασις αὐτοῦ εἰς τὴν ἀποστολήν, ἧς ἐκπεπτωκὼς ἦν διὰ το τριττὸν τῆς ἀρνήσεως· καὶ αὐτὸς δὴ ὁ θεῖος Πέτρος φαίνεται ἐκδεχόμενος οὕτω τὸν νοῦν τῆς τριττῆς τοῦ Κυρίου ἐρωτήσεως “ἀγαπᾶς με”, καὶ τοῦ “πλεῖον”, καὶ τοῦ “τούτων” (Ἰωάν. 21,16))· ἀναμνησθεὶς γὰρ τοῦ “εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι”, “ἐλυπήθη ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με”. Ἀλλ’ οἱ διάδοχοι αὐτοῦ σκοπίμωτάτως ἐκδέχονται τὴν ῥῆσιν λίαν ἐπὶ τὸ εὐθυμότερον.

12. Ἀλλὰ λέγει ἡ αὐτοῦ Μακαριότης (σελ. η’, στίχ. 12), ὅτι ὁ Κύριος ἡμῶν εἶπεν εἰς τὸν Πέτρον (Λουκ. 22,32) “ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοῦς ἀδελφοὺς σου”. Ἡ δέησις τοῦ Κυρίου ἡμῶν ἐγένετο ἐπὶ λόγῳ, ὅτι ὁ μὲν σατανᾶς ἐξῃτήσατο (Αὐτόθι 31) ἵνα σκανδαλίσῃ τὴν πίστιν ἁπάντων τῶν μαθητῶν, ὁ δὲ Κύριος ἐπέτρεψε αὐτῷ μόνον τὸν Πέτρον, δι’ αὐτὸ τοῦτο μάλιστα διότι ἐφθέγγετο λόγους φιλαυτίας καὶ ἐδικαίου ἑαυτὸν ὑπὲρ τοῦς ἄλλους· “εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι” (Ματθ. 26,33). Ἀλλ’ ἡ ἐπίτρεψις αὕτη ἐγένετο πρόσκαιρος, “ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον”· οὕτως ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις ἐγκαταλιμπανομένη εἰς ἑαυτήν, “τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σάρξ ἀσθενής” (Ματθ. 26,41)· πρόσκαιρός φαμεν, ὅπως πάλιν ἐλθὼν εἰς ἑαυτὸν διὰ τῆς ἐπιστροφῆς αὐτοῦ ἐν δάκρυσι μετανοίας, στηρίξῃ ἔτι μᾶλλον τοὺς ἀδελφοὺς αὐτοῦ, εἰς ὃν αὐτοὶ οὔτε ἐπιώρκησαν οὔτε ἠρνήθησαν. Ὦ τῶν σοφῶν κριμάτων τοῦ Κυρίου! ὡς θεία καὶ μυστηριώδης ἦν ἡ ἐπὶ γῆς ἐσχάτη νὺξ τοῦ Σωτῆρος ἡμῶν! Ὁ δεῖπνος ἐκεῖνος ὁ ἱερὸς, αὐτὸς οὗτος πιστεύεται τελεῖσθαι καὶ τὴν σήμερον καθ’ ἑκάστην· “τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν” (Λουκ. 22,20) καὶ “ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ” (Παύλ. Α’ Κορ. 11,26). Ἡ οὕτως ἐπιμελῶς παραγγελλομένη ἡμῖν ὑπὸ τοῦ κοινοῦ Διδασκάλου ἀδελφικὴ ἀγάπη, – “ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἀλλήλοις” (Ἰωάν. 13,35) – ἧς τὸ χειρόγραφον καὶ τὰς συνθήκας οἱ Πάπαι πρῶτοι ἔσχισαν, ὑπερασπιζόμενοι καὶ δεχόμενοι καινοτομίας αἱρετικὰς, παρὰ τὰ εὐαγγελισθέντα ἡμῖν καὶ κανονονισθέντα ὑπὸ τῶν κοινῶν Διδασκάλων καὶ Πατέρων ἡμῶν, αὑτὴ αὕτη, φαμέν, ἡ ἀγάπη ἐνεργεῖ καὶ τὴν σήμερον εἰς τὰς ψυχὰς τῶν χριστεπωνύμων λαῶν καὶ ἰδίως τῶν ἡγουμένων αὐτῶν. Ὁμολογοῦμεν γὰρ παῤῥησίᾳ ἐνώπιον Θεοῦ τε καὶ ἀνθρώπων, ὅτι ἡ τοῦ Σωτῆρος ἡμῶν δέησις (σελ. ζ’, στίχ. 33) πρὸς τὸν Θεὸν καὶ Πατέρα αὐτοῦ ὑπὲρ τῆς κοινῆς τῶν χριστιανῶν ἀγάπης καὶ ἑνότητος εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, εἰς ἣν καὶ πιστεύομεν, ἵνα ὦσιν ἕν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν” (Ἰωάν. 17,22), ἐνεργεῖ ἐν ἡμῖν, ὡς καὶ ἐν τῇ αὐτοῦ Μακαριότητι, κἀνταῦθα συναντᾷ ἡ ἀδελφική ἡμετέρα ἔφεσις καὶ σπουδὴ τὴν τῆς αὐτοῦ Μακαριότητος· ταύτῃ μόνῃ τῇ διαφορᾷ, ὅτι ἐν ἡμῖν μὲν ἐνεργεῖ ἐπὶ συνθήκῃ τοῦ διατηρηθῆναι ἀκέραιον καὶ ἄθικτον τὸ θεῖον Σύμβολον τῆς τῶν χριστιανῶν πίστεως κατὰ τὴν εὐαγγελικὴν φωνὴν καὶ κατὰ τοὺς ὅρους τῶν ἑπτὰ ἁγίων οἰκουμενικῶν Συνόδων καὶ τὴν διδασκαλίαν τῆς διηνεκοῦς Καθολικῆς Ἐκκλησίας, ἐν δὲ τῇ αὐτοῦ Μακαριότητι ὑπὲρ τοῦ κραταιωθῆναι καὶ ὑπερισχύσαι τὸ κῦρος καὶ τὸ ἀξίωμα τῶν ἐπὶ τοῦ ἀποστολικοῦ θρόνου καθεζομένων καὶ τὸ τῆς κοινῆς διδασκαλίας αὐτῶν. Ἰδοὺ τὸ κεφάλαιον, ὡς τύπῳ εἰπεῖν, ἁπάσης τῆς ἐμπεσούσης διαφορᾶς καὶ διενέξεως μεταξὺ ἡμῶν τε καὶ ἐκείνων, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ, Θεοῦ προλέγοντος ἡμῖν “καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὔκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσωσι” (Ἰωάν. 10,16), συμπράξει τῆς περιᾳδομένης φρονήσεως τῆς αὐτοῦ Μακαριότητος, ἐλπίζομεν ἵνα ἀρθῇ ἐκ μέσου ὲπὶ τῶν ἡμερῶν αὐτῆς. Ἤδη οὐν εἰρήσθω καὶ τὸ τρίτον· ἂν γὰρ ὑποθῶμεν, κατὰ τοὺς λόγους τῆς αὐτοῦ Μακαριότητος, καὶ αὐτὴν τὴν ὑπὲρ τοῦ μέλλοντος ἀρνηθῆναι καὶ ἐπιορκῆσαι Πέτρου δέησιν τοῦ Κυρίου ἡμῶν, ὅτι προσκεκολλημένη καὶ συνημμένη διατελεῖ εἰς τὸν θρόνον τοῦ Πέτρου, καὶ ὅτι ἀναφέρεται ἐνεργείᾳ καὶ εἰς τοὺς κατὰ καιρὸν ἐπικαθημένους, εἰ καί, καθ’ ἃ προείρηται (&11) οὐδὲν συμβάλλει εἰς κύρωσιν γνώμης (ὡς ἐκ τοῦ παραδείγματος αὐτοῦ τοῦ μακαρίου Πέτρου γραφικῶς πληροφορούμεθα, ἔτι καὶ μετὰ τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος), πιστοποιούμεθα ὅμως ἐκ τῶν λόγων τοῦ Κυρίου, ὅτι ἐλεύσεται καιρός, καθ’ ὃν ἡ θεία αὕτη, ἡ διὰ τὴν ἄρνησιν τοῦ Πέτρου, δέησις, ὅπως μὴ ἐκλείψῃ εἰς τέλος ἡ πίστις αὐτοῦ, ἐνεργήσει καὶ εἴς τινα τῶν διαδόχων αὐτοῦ, ὅστις κλαύσει ὡς ἐκεῖνος πικρῶς, καὶ ἐπιστρέψάς ποτε στηρίξει ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ ἔτι μᾶλλον εἰς ἣν κατέχομεν ἐκ προγόνων ὀρθόδοξον ὁμολογίαν· καὶ εἴθε! εἴη ἡ αὐτοῦ Μακαριότης οὗτος ὁ ἀληθὴς διάδοχος τοῦ μακαρίου Πέτρου. Ἀλλ’ εἰς ταύτην τὴν ταπεινὴν ἡμῶν εὐχὴν μή τι κωλύει ἵνα προσθῶμεν καὶ τὴν εἰλικρινῆ ἐγκάρδιον ἡμῶν συμβουλὴν ἐν ὀνόματι τῆς Καθολικῆς ἁγίας Ἐκκλησίας; Πάντως ἡμεῖς οὐ τολμῶμεν μὲν εἰπεῖν , ὡς εἶπεν (σελ. ι’, στίχ. 22) ἡ αὐτοῦ Μακαριότης, “ἄνευ ἄλλης ἀναβολῆς”· λέγομεν δὲ ἄνευ ἐπισπεύσεως, μετὰ ὥριμον σκέψιν, ἔτι εἰ, δεήσει, καὶ σύσκεψιν μετὰ τῶν ἀπροληπτοτέρων ἐπισκόπων καὶ θεολόγων καὶ διδασκάλων, ὧν πᾶν ἔθνος τῆς Δύσεως κατὰ θεῖαν οἰκονομίαν τὴν σήμερον εὐμοιρεῖ.

13. Λέγει ἡ αὐτοῦ Μακαριότης, ὅτι ὁ ἐπίσκοπος Λουγδούνων ἅγιος Εἰρηναῖος γράφει εἰς ἔπαινον τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, “δεῖ συνέρχεσθαι πᾶσαν τὴν Ἐκκλησίαν, δηλονότι τοῦς πανταχόθεν πιστούς, ἕνεκα τοῦ πρωτείου ἐν ταύτῃ τῇ Ἐκκλησίᾳ, ἐν ᾗ πάντα ὑπὸ τῶν πανταχόθεν πιστῶν διετηρήθη ἡ παρὰ τῶν Ἀποστόλων δοθεῖσα παράδοσις”. Καίτοι τοῦ ἁγίου τούτου λέγοντος πάντῃ ἄλλο ἢ ὅ,τι στοχάζονται οἱ Οὐατικανοί, ἀλλ’ ἀφίεται μὲν ἤδη αὐτοῖς καὶ ἡ κατ’ ἀρέσκειαν αὐτῶν ἐκδοχὴ καὶ ἐρμηνεία, φαμέν δέ, τίς ἀρνεῖται ὄτι ἡ ἀρχαία Ῥωμαϊκὴ Ἐκκλησία ἦν ἀποστολικὴ καὶ ὀρθόδοξος; Καὶ οὐδεὶς ἡμῶν ὀκνήσει εἰπεῖν καὶ ὑπογραμμὸν Ὀρθοδοξίας. Μάλισθ’ ἡμεῖς εἰς μείζονα ἔπαινον αὐτῆς προσθήσομεν ἐκ τοῦ ἱστορικοῦ Σωζομένου (Ἱστορ. ἐκκλησ. Βιβλ. Γ’, κεφ. ιγ’, MPG. 67, 1065) καὶ τὸν τρόπον, δι’ οὗ ἄχρι καιροῦ ἐδυνήθη διατηρῆσαι τὴν ἣν ἐπαινοῦμεν αὐτῆς Ὀρθοδοξίαν, ὃν παρέδραμεν ἡ αὐτοῦ Μακαριότης· “ὡς ἐπίπαν γὰρ ἡ μὲν ἀνὰ πᾶσαν τὴν Δύσιν Ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων, ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο”. Ἤ τις ἐκ τῶν Πατέρων, ἢ ἐξ ἡμῶν αὐτῶν ἠρνήθη τὰ κανονικὰ πρεσβεῖα αὐτῆς ἐν τῇ τάξει τῆς ἱεραρχίας, ἕως οὗ καθαρῶς ἰθύνετο διὰ τῶν πατρίων δογμάτων, στοιχοῦσα τῷ ἀλανθάστῳ κανόνι τῆς τε Γραφῆς καὶ τῶν Ἱερῶν Συνόδων; Ἀλλὰ τό γε νῦν ἡμεῖς οὐχ εὑρίσκομεν διατετηρημένον ἐν αὐτῇ οὔτε τὸ δόγμα τῆς μακαρίας Τριάδος κατὰ τὸ σύμβολον τῶν ἐν Νικαίᾳ τῆς Α’ καὶ ἐν Κωνσταντινουπόλει τῆς Β’ συναθροισθέντων θείων Πατέρων, ὅπερ ὡμολόγησαν καὶ ἐκύρωσαν καὶ εἰς τοσαύτας ἀρὰς τοὺς παραχαράττοντας αὐτὸ μέχρι κεραίας, ὡς καθῃρημένους, καθυπέβαλον αἱ λοιπαὶ πέντε οἰκουμενικαὶ Σύνοδοι, οὔτε τὸν ἀποστολικὸν τύπον τοῦ θείου βαπτίσματος, οὔτε τὴν ἐπίκλησιν τοῦ τελεταρχικοῦ Πνεύματος ἐπὶ τῶν ἅγίων, ἀλλ’ ὁρῶμεν ἐν αὐτῇ καὶ τὸ θεῖον ποτήριον περιττήν, ἄπαγε! πόσιν ὑπολαμβανόμενον, καὶ ἕτερα πάμπολλα, ἄγνωστα οὐ μόνον εἰς τοὺς ἡμετέρους ἁγίους Πατέρας οἵτινες ἀείποτε ἐχρημάτισαν ὁ καθολικὸς ἀλάνθαστος κανὼν καὶ γνώμων τῆς Ὀρθοδοξίας, καθ’ ἃ καὶ ἡ αὐτοῦ Μακαριότης τὴν ἀλήθειαν σεβομένη διδάσκει (σελ. β’), ἀλλὰ καὶ εἰς τοὺς ἱεροὺς ἀρχαίους Πατέρας τῆς Δύσεως· καὶ δὴ αὐτὸ τὸ πρωτεῖον, ὑπὲρ οὗ νῦν πυκτεύει καὶ ἡ αὐτοῦ Μακαριότης πάσαις δυνάμεσιν, ὡς καὶ οἱ προκάτοχοι αὐτοῦ, ἐξ ἀδελφικοῦ τύπου καὶ πρεσβείου ἱεραρχικοῦ εἰς κυριαρχικὸν μεταπεπτωκός. Τί οὖν ὑποληπτέον περὶ τῶν ἀγράφων παραδόσεων, εἲ τὰ γεγραμμένα τοσαύτην ὑπέστησαν καὶ ἀλλοίωσιν ἐπὶ τὸ χεῖρον; Ἢ τίς ποτε οὕτω θαρσαλέος καὶ πίσυνος εἰς τὸ ἀξίωμα τοῦ ἀποστολικοῦ θρόνου, ὥστε τολμῆσαι εἰπεῖν, ὅτι εἴπως ἀνεβίου ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Εἰρηναῖος, ὁρῶν σήμερον αὐτὴν εἰς τηλικαῦτα οὐσιωδέστατα καὶ καθολικὰ ἄρθρα τοῦ Χριστιανισμοῦ ἀποσχιζομένην τῆς ἀρχαίας καὶ πρωτογόνου ἀποστολικῆς διδασκαλίας, οὐκ ἔμελλεν ἀντιπαραταχθῆναι αὐτὸς πρῶτος εἰς τὰς καινοτομίας καὶ αὐτοδοκήτους διατάξεις αὐτῆς, τῆς τότε δικαίως ὑμνουμένης ὑπ’ αὐτοῦ Ῥωμαϊκῆς Ἐκκλησίας, ὡς καθαρῶς ἰθυνομένης διὰ τῶν πατρίων δογμάτων; Παραδείγματος χάριν, ὁρῶν τὴν Ῥωμάναν Ἐκκλησίαν οὐ μόνον ἐκ τοῦ ἑαυτῆς λειτουργικοῦ κανόνος ἀποβαλοῦσαν, καθ’ ὑπαγόρευσιν τῶν σχολαστικῶν, τὴν παναρχαιοτάτην καὶ ἀποστολικὴν ἐπίκλησιν τοῦ τελεταρχικοῦ Πνεύματος, καὶ κολοβώσασαν οἰκτρῶς τὴν ἱερουργίαν εἰς τὸ οὐσιωδέστατον αὐτῆς μέρος, ἀλλὰ σπουδάζουσαν συντόνως ἵνα καὶ ἀπὸ τῶν λειτουργιῶν τῶν λοιπῶν χριστιανικῶν κοινωνιῶν ἀποξέσῃ αὐτήν, συκοφαντοῦσα οὕτως ἀναξίως τοῦ ἀποστολικοῦ θρόνου, εἰς ὃν ἐγκαυχᾶται, ὅτι “μετὰ τὴν διαίρεσιν παρεισέπεσε” (σελ. ια’, στίχ. 11), τί οὐκ ἂν περὶ τούτου τοῦ νεωτερισμοῦ οὗτος ὁ θεῖος Πατήρ, ὁ βεβαιῶν ἡμᾶς “ὅτι ὁ ἀπὸ γῆς ἄρτος, προσλαμβανόμενος τὴν ἔκκλησιν τοῦ Θεοῦ, οὐκ ἔτι κοινὸς ἄρτός ἐστι κ.τ.λ. (Εἰρην. βιβλ. Δ’, κεφ. λδ, ἔκδ. Massuet), ἔκκλησιν λέγων τὴν ἐπίκλησιν; Δι’ ἧς τελειοῦσθαι τὸ μυστήριον τῆς ἱερουργίας πιστεύειν τὸν Εἰρηναῖον, καὶ αὐτὸς ὁ ἐκ τοῦ τάγματος τῶν ἐλασσόνων λεγομένων παπικῶν μοναχῶν Φραγκῖσκος Φεῦ- Ἀρδέντιος, ὁ κατὰ τὸ 1639 ἐκδοὺς μετὰ σχολίων τὰ συγγράμματα αὐτοῦ τοῦ ἁγίου, ἐσημειώσατο ἰδίως ἐν τῷ κεφ. τοῦ Α’ βιβλ. σελ. 114): panem et calicem commixtum per invocationis verbo corpus et sanguinem Christi vere fieri, (τὸν Εἰρηναῖον διδάσκειν τὸν ἄρτον τῆς εὐχαριστίας καὶ τὸ κεκραμένον ποτήριον διὰ τῶν τῆς ἐπικλήσεως ῥημάτων γίγνεσθαι ἀληθῶς σῶμα καὶ αἷμα Χριστοῦ); Ἀκούων δὲ τὸ τοποτηρητικὸν τοῦ Πάπα καὶ τὸ διαιτητικόν, τί οὖν ἂν εἴποι αὐτὸς, ὅς καὶ διὰ μικρὰν καὶ σχεδὸν ἀδιάφορον διένεξιν περὶ τῆς τελετῆς τοῦ Πάσχα (Εσεβ. Έκκλ. Ἱστρ. Ε’, 24. MPG 20,497 ἐξ) οὕτω γενναίως καὶ θριαμβευτικῶς ἀντιπαρακελεύων περιέστειλε τὴν τοῦ Πάπα Βίκτωρος βίαν ἐν τῇ ἐλευθέρᾳ Ἐκκλησίᾳ τοῦ Χριστοῦ; Οὕτως αὐτὸς ὁ ὑπὸ τῆς αὐτοῦ Μακαριότητος προσκαλούμενος μάρτυς τοῦ πρωτείου τῆς Ῥωμάνας Ἐκκλησίας δείκνυσιν, ὅτι τὸ ἀξίωμα αὐτῆς οὐ κυριαρχικόν, οὔτε μὴν διαιτητικόν, ὅπερ οὐδ’ αὐτὸς ὁ μακάριος Πέτρος οὐδέποτε ἐκπληρώσατο, ἀλλ’ ἀδελφικὸν τυγχάνει πρεσβεῖον ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ καὶ γέρας ἀπονεμηθὲν τοῖς Πάπαις διὰ τὸ μεγαλώνυμον καὶ πρεσβεῖον τῆς πόλεως. Ὡς καὶ ἡ τετάρτη οἰκουμενικὴ Σύνοδος, ἐπὶ διατηρήσει τῆς ὑπὸ τῆς τρίτης οἰκουμενικῆς Συνόδου κανονισθείσης (καν. η’) ἀνεξαρτησίας τῶν Ἐκκλησιῶν, ἑπομένη τῇ δευτέρᾳ οἰκουμενικῇ (καν. γ’), καὶ αὐτὴ πάλιν τῇ πρώτῃ οἰκουμενικῇ ἀποκαλούσῃ, ἀπεφήνατο, “διὰ τὸ βασιλεύειν τῆν πόλιν ἐκείνην οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα” (καν. κη’) (ἀνωτέρω σελ. 136, 166), μηδὲν εἰποῦσα περὶ τῆς ἐξιδιασμένης ἀποστολικῆς αὐτῶν ἀπορροίας ἐκ τοῦ Πέτρου, καὶ ἧττον πάντων περὶ τε τοῦ τοποτηρητικοῦ τῶν ἐπισκόπων αὐτῆς καὶ τῆς καθολικῆς ποιμαντορίας. Ἡ δὲ τοιαύτη βαθεῖα σιγή τῶν τηλικούτων προνομίων, οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ τῆς προτερεύσεως αὐτῶν αἰτολογία, οὐχὶ διὰ τὸ “ποίμαινε τὰ πρόβατά μου”, οὐδὲ διὰ τὸ “ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν”, ἀλλ’ ἁπλῶς διὰ τὸ “ἔθος” καὶ διὰ τὸ “βασιλεύειν τὴν πόλιν ἐκείνην”, καὶ ταῦτα οὐχ ὑπὸ τοῦ Κυρίου, ἀλλ’ ὑπὸ τῶν Πατέρων, τοσοῦτον παράδοξος φανήσεται, πεπείσμεθα, εἰς τὴν αὐτοῦ Μακαριότητα, ἄλλως πως λογιζομένην τὰ πρεσβεῖα αὐτῆς (σελ. 8, στίχ. 16), ὅσον αὐτός τε, ὡς ὀψόμεθα (&15), μεγάλως ἐκτιμᾷ τὴν ἣν νομίζει εὑρηκέναι ὑπὲρ τοῦ θρόνου αὐτοῦ μαρτυρίαν τῆς ῥηθείσης οἰκουμενικῆς τετάρτης Συνόδου, καὶ ὁ θεῖος Γρηγόριος ὁ Διάλογος, ὁ καὶ μέγας ἀκούων (βιβλ. Α’, 26 ἑπ.), εἴθιζε λέγειν τὰς τέσσαρας ταύτας οἰκουμενικὰς Συνόδους οἱονεὶ τέσσαρα εὐαγγέλια καὶ τετραγωνιαῖον λίθον, ἐφ’ οὗ ᾠκοδόμηται ἡ Καθολικὴ Ἐκκλησία.

14. Λέγει ἡ αὐτοῦ Μακαριότης (σελ. ι’, στίχ. 12). ὅτι οἱ Κορίνθιοι διενεχθέντες πρὸς ἀλλήλους, ἀναφορὰν ἐποιήσαντο εἰς τὸν Κλήμεντα τὸν Πάπαν Ῥώμης, ὃς κρίνας τὴν ὑπόθεσιν ἔγραψε πρὸς αὐτοὺς· οἱ δὲ οὕτως ἠσπάσαντο τὴν ἀπόφασιν αὐτοῦ, ὥστε καὶ ἐπ’ ἐκκλησίας ἀνεγίγνωσκον αὐτήν. Ἀλλὰ τοῦτο τὸ συμπεσὸν καὶ πολλὰ ἀσθενὲς ἐπιχείρημα τῆς παπικῆς ἐξουσίας ἐν τῷ οἰκῳ τοῦ Θεοῦ· τότε γὰρ οὔσης κέντρου τῆς διοικήσεως καὶ πρωτευούσης τῆς Ῥώμης, ἐν ῇ διῃτῶντο οἱ αὐτοκράτορες, ἔδει πᾶσαν ὑπόθεσιν ὁπωσοῦν ἐπίσημον, οἷα ἱστορεῖται ἡ τῶν Κορινθίων, ἐκεῖ διακρίνεσθαι, μάλιστα εἴπως ἓν τῶν διαφερομένων μερῶν προσέτρεχεν εἰς ἐξωτερικὴν σύμπραξιν. Οὕτω συμβαίνει καὶ μέχρι τῆς σήμερον· οἱ Πατριάρχαι τῆς Ἀλεξανδρείας, τῆς Ἀντιοχείας, τῶν Ἱεροσολύμων, εἰς τὰ παραδόξως συμπεσόντα καὶ δυσδιευθέτητα γράφουσιν εἰς τὸν Κωνσταντινουπόλεως, διὰ τὸ εἶναι ἕδραν αὐτοκρατορικήν, ἔτι δὲ καὶ διὰ τὸ συνοδικὸν πρεσβεῖον· καὶ εἰ μὲν ἡ ἀδελφικὴ σύμπραξις διορθώσει τὸ διορθωτέον, εὖ ἔχει· εἰ δὲ μή, ἀναγγέλλεται τὸ πράγμα καὶ εἰς τὴν διοίκησιν κατὰ τὰ καθεστῶτα. Ἀλλ’ αὕτη ἡ ἀδελφικὴ συνδρομή, ἔν γε τῇ χριστιανικῇ πίστει, οὐ πωλεῖται διὰ τῆς ὑποδουλώσεως τῶν Ἑκκλησιῶν τοῦ Θεοῦ. Ταῦτα εἰρήσθω καὶ εἰς τὰ ἐκ τῶν ἁγίων Ἀθανασίου τοῦ μεγάλου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου ἀναφερόμενα (σελ. θ’, στίχ. 5,17), ὑπὸ τῆς αὐτοῦ Μακαριότητος παραδείγματα προστασίας ἀδελφικῆς καὶ πρεπούσης εἰς τὰ πρεσβεῖα τῶν ἐπισκόπων Ῥώμης Ἰουλίου τε καὶ Ἰνοκκεντίου, ἧς τὴν ἀπότισιν ἀπαιτοῦσιν ἀφ’ ἡμῶν τὴν σήμερον οἱ διάδοχοι ἐκείνων διὰ τῆς νοθεύσεως τοῦ θείου Συμβόλου· καίτοι τοῦ Ἰουλίου αὐτοῦ ἐν τοῖς τότε ἀγανακτοῦντος κατά τινων, ὅτι “τὰς ἐκκλησίας ταράσσουσι τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασι”, καὶ ἀπειλοῦντος “…ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι, εἰ μὴ παύσοιντο νεωτερίζοντες” (Σωζόμ. Ἱστ. ἐκκλ. Βιβλ. Γ’, κεφ. 7). Ἔτι ἐν τῇ ὑποθέσει τῶν Κορινθίων σημειωτέον καὶ τοῦθ’ ὅτι, τότε ὄντων τριῶν μόνων τῶν πατριαρχικῶν θρόνων, ὁ πλησιέστερος τοῖς Κορινθίοις καὶ θεματικώτερος ἦν ὁ τῆς Ῥώμης, πρὸς ὃν καὶ ὤφειλον ἀνενεχθῆναι κανονικῶς. Οὐδὲν οὖν ἐν αὐτοῖς συνορῶμεν τὸ ἔκτακτον καὶ τὸ τὴν τοῦ Πάπα δεσποτείαν σημαῖνον ἐν τῇ ἐλευθέρᾳ Ἐκκλησίᾳ τοῦ Θεοῦ.

15. Ἀλλά, τέλος, λέγει (σελ. τῇ αὐτ. στίχ. 20) ἡ αὐτοῦ Μακαριότης, ὅτι ἡ τετάρτη οἰκουμενικὴ Σύνοδος, (ἣν κατὰ παραδρομὴν πάντως μεταφέρει ἀπὸ Χαλκηδόνος εἰς Καρχηδόνα), ἀναγνωσθείσης τῆς ἐπιστολῆς Πάπα Λέοντος τοῦ Α’, ἐβόησεν· “ὁ Πέτρος διὰ τοῦ Λέοντος οὕτως ὡμίλησε”. Τὸ πράγμα ἀληθῶς οὕτως ἔχει· ἀλλ’ ὤφειλε μὲν ἡ αὐτοῦ Μακαριότης μὴ παραδραμεῖν καὶ τὸ πῶς καὶ μετὰ ποίαν ἐξεργασίαν οἱ Πατέρες ἡμῶν ἐβόησαν τὸ ὅπερ ἐβόησαν εἰς ἔπαινον τοῦ Λέοντος. Ἐπειδὴ δὲ ἐκείνη ἴσως συντομίαν σπουδάζουσα, ἐλλιπὴς φαίνεται εἰς τὸ ἀναγκαιότατον τοῦτο, καὶ τὸ ἀξίωμα τῆς οἰκουμενικῆς Συνόδου ἡλίκον ἀνώτερον εἶναι οὐ μόνο τοῦ Πάπα, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν Συνόδου πασιδήλως ἐμφαῖνον, φέρε ἡμεῖς δηλώσωμεν εἰς τὸ κοινὸν τὸ γεγονός, ὡς ἀληθῶς ἐγένετο. Ἐκ τῶν πλέον ἢ ἑξακοσίων Πατέρων τῶν ἐν τῇ Συνόδῳ τῆς Χαλκηδόνος συναθροισθέντων, διακόσιοι περίπου, οἱ σοφότεροι αὐτῶν διετάχθησαν ὑπὸ τῆς Συνόδου, ἵνα ἐξετάσωσι καὶ κατὰ γράμμα καὶ κατὰ νόημα τὴν ῥηθείσαν ἐπιστολὴν τοῦ Λέοντος, οὐ μόνον δέ, ἀλλ’ ἵνα ἀναφέρωσι καὶ ἐγγράφως καὶ ἐνυπογράφως τὴν ἰδίαν αὐτῶν κρίσιν ἐπ’ αὐτῆς, ἐὰν ὑπάρχῃ ὀρθόδοξος ἢ μὴ· αἱ κατὰ μέρος διακόσιαι περίπου ἐπικρίσεις καὶ δοκιμασίαι τῆς ἐπιστολῆς εὑρίσκονται ἐν τῇ τετάρτῃ μάλιστα συνελεύσει τῆς ῥηθείσης ἱερᾶς Συνόδου τοιᾷδέ τινι περιοχῇ. Παρ. χάριν. “Μάξιμος Ἀντιοχείας Συρίας εἴπε· συνάδει ἡ ἐπιστολή τοῦ ἁγίου Ἀρχιεπισκόπου τῆς βασιλευούσης Ῥώμης Λέοντος τοῖς ἐκτεθεῖσι παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτώ ἐν Νικαίᾳ ἁγίων Πατέρων, καὶ τῶν ἑκατόν πεντήκοντα τῶν ἐν Κωνσταντινουπόλει τῇ νέᾳ Ῥώμῃ, καὶ τῇ ἐν Ἐφέσῳ παρὰ τοῦ ἁγιωτάτου Ἐπισκόπου Κυρίλλου ἐκτεθείσῃ πίστει· καὶ ὑπεσημηνάμην. Καὶ πάλιν “Θεοδώρητος ὁ εὐλαβέστατος Ἐπίσκοπος Κύρου· συνάδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τοῦ κυρίου Λέοντος τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τῷ ἐν Κωνσταντινουπόλει ὑπαγορευθέντι παρὰ τῶν ἑκατόν πεντήκοντα Συμβόλῳ τῆς πίστεως καὶ ταῖς ἐπιστολαῖς τοῦ μακαρίου Κυρίλλου· καὶ ὑποδεξάμενος τὴν προῤῥηθείσαν ἐπιστολὴν ὑπέγραψα”. Καὶ οὕτω καθ’ ἑξῆς ἅπαντες ὁμολογοῦσι· “συνάδει ἡ ἐπιστολή”, “σύμφωνός ἐστι ἡ ἐπιστολή”, “συμφωνεῖ ἡ ἐπιστολή, ὅσον κατ’ ἔννοιαν” κ.τ.λ. Μετὰ τοσαύτην καὶ τηλικαύτην ἀκριβῆ ἐξέτασιν ἐκ παραλλήλου πρὸς τὰς προτέρας ἱερὰς Συνόδους, καὶ πληροφορίαν πλήρη τῆς ὀρθότητος τῶν ἐννοιῶν, καὶ οὐχ ὅτι ἦν ἁπλῶς ἐπιστολῆ τοῦ Πάπα, ἐβόησαν, μηδαμῶς φθονοῦντες, τοῦτο δὴ τὸ περιβόητον, εἰς ὅ καυχωμένη νῦν σεμνύεται καὶ ἡ αὐτοῦ Μακαριότης. Ἀλλ’ εἴπερ καὶ ἡ αὐτοῦ Μακαριότης ἔπεμπεν ἡμῖν τὰ ταῖς προτέραις ἁγίαις ἑπτὰ οἰκουμενικαῖς Συνόδοις σύμφωνα καὶ συνάδοντα, ἀντὶ τοῦ καυχᾶσθαι εἰς τὴν τῶν προκατόχων αὐτῆς κηρυττομένην ὑπὸ τῶν προκατόχων καὶ Πατέρων ἡμῶν ἐπὶ τῆς οἰκουμενικῆς Συνόδου εὐσέβειαν, εἶχεν ἂν καυχᾶσθαι δικαίως ἐπὶ τῇ ἰδίᾳ αὐτῆς ὀρθοδοξίᾳ, ἀντὶ πατραγαθιῶν δηλαδὴ ἀνδραγαθίας κηρύττουσα· ὥστε ἐπὶ τῇ αὐτοῦ Μακαριότητι κεῖται καὶ νῦν, ἐὰν ἐπιστείλῃ τοιαῦτα οἷα οἱ διακόσιοι πατέρες ἐξετάσαντες καὶ συγκρίναντες εὕρωσι σύμφωνα καὶ συνάδοντα ταῖς ῥηθεῖσαις προτέραις Συνδοις, ἐπ’ αὐτῇ, φαμὲν, κεῖται, ἵνα ἀκούσῃ καὶ παρ’ ἡμῖν τῶν ἁμαρτωλῶν τὴν σήμερον οὐ μόνον τὸ “ὁ Πέτρος οὕτως ὡμίλησε”, καὶ εἴ τι ἕτερον σεμνόν, ἀλλὰ καὶ τὸ “ἀσπασθήτω ἡ ἁγία χεὶρ ἡ ἀπομάξασα τὰ δάκρυα τῆς Καθολικῆς Ἐκκλησίας”.

16. Καὶ πάντως ἐκ τῆς περινοίας τῆς αὐτοῦ Μακαριότητος ἐξῆν ἀπεκδέχεσθαι τηλικοῦτον ἔργον ἄξιον τοῦ γνησίου διαδόχου τοῦ μακαρίου Πέτρου, τῶν Λέοντος τοῦ Α’ καὶ Λέοντος τοῦ Γ’, τοῦ ἐπὶ προφυλακῇ τῆς ὀρθοδόξου πίστεως χαράξαντος τὸ θεῖον Σύμβολον ἀκαινοτόμηντον ἐπὶ ἀσπίδων ἀκαταμαχήτων, ἔργον, ὃ συνάψει τὰς Ἐκκλησίας τῆς Δύσεως τῇ Καθολικῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἐν ᾗ καὶ ἡ κανονική πρωτοκαθεδρία τῆς αὐτοῦ Μακαριότητος καὶ αἱ ἕδραι ἁπάντων τῶν ἐπισκόπων τῆς Δύσεως κεναὶ καὶ ἑτοῖμαι διατελοῦσιν· ἡ γὰρ Καθολική Ἐκκλησία, ἀπεκδεχόμενη πάντως τὴν ἐπιστροφὴν τῶν ἀποστατησάντων ποιμένων μετὰ τῶν ποιμνίων αὐτῶν, οὐ διορίζει ψιλῷ τῷ ὀνόματι ἐπὶ τῆς τῶν ἄλλων ἐνεργείᾳ κυριότητος παρεισάκτους, καπηλεύουσα τὴν ἱερωσύνην. Καὶ δὴ ἀπεξεδεχόμεθα “λόγον παρακλήσεως”καὶ ἠλπίζομεν αὐτόν, ὡς ἔγραφεν ὁ ἅγιος Βασίλειος πρὸς τὸν ἅγιον Ἀμβρόσιον ἐπίσκοπον Μεδιολάνων, “ἀνανεῶσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη” (Ἐπιστ. 197 MPG 32,712)· ὅτε οὐκ ἄνευ μεγάλης ἐκπλήξεως ἡμετέρας ἀνέγνωμεν τὴν ῥηθείσαν πρὸς τοὺς Ἀνατολικοὺς ἐγκύκλιον, ἐν ᾗ ὁρῶμεν πόνῳ ἀπαραμυθήτῳ ψυχῆς καὶ τὴν αὐτοῦ ἐπὶ συνέσει ἐπαινουμένην Μακαριότητα, ὡς καὶ τοὺς ἀπὸ τοῦ σχίσματος προκατόχους αὐτῆς, ῥήματα λαλοῦσαν νοθεύσεως: ἤτοι παρεγγραφὴν τοῦ ἀμωμήτου ἱεροῦ ἡμῶν Συμβόλου, σφραγισθέντος ἤδη ὑπὸ τῶν οἰκουμενικῶν Συνόδων· παραβίασιν τῶν ἱερῶν λειτουργιῶν, ὧν μόνον ἡ οὐρανία ὑφὴ καὶ τὰ τῶν συνταξαμένων ὀνόματα, καὶ ὁ πῖνος τῆς γεραρᾶς ἀρχαιότητος καὶ τὸ ἀποδοθὲν κῦρος ὑπὸ τῆς ἑβδόμης οἰκουμενικῆς Συνόδου (Πράξ. στ’) ἀπενάρκωσεν ἂν καὶ παλινδρομῆσαι ἐποίησε καὶ τὴν ῥαπίσασαν τὸν Κύριον τῆς δόξης ἱερόσυλον καὶ πάντολμον χεῖρα. Ἐξ ὧν εἰκάσαμεν, εἰς ἡλίκον ἀδιεξίτητον λαβύρινθον βλάβης καὶ ἀδιόρθωτον ἁμαρτάδα ἀνακυκλήσεως ἐνέβαλεν ὁ Παπισμὸς ἔτι καὶ τοὺς συνετωτέρους καὶ εὐλαβεστέρους ἐπισκόπους τῆς Ῥωμαἱκῆς Ἐκκλησίας, ὥστε μὴ δύνασθαι ἄλλως ποιεῖν αὐτοὺς εἰς διατήρησιν τοῦ ἀναμαρτήτου, καὶ ἑπομένως τοῦ σπουδαζομένου τοποτηρητικοῦ ἀξιώματος καὶ τοῦ δεσποτικοῦ πρωτείου μετὰ τῶν ἐπακολούθων αὐτῷ, ἢ κατορχεῖσθαι μὲν καὶ τῶν θειοτάτων καὶ αθίκτων, τολμᾶν δὲ κατὰ πάντων ὁμόσαι, καὶ ταῦτα λόγῳ μὲν ἐπενδυομένους εὐλάβειαν “τῆς ἀξιοσεβάστου ἀρχαιότητος” (σελ. ια’, στίχ. 16), πράγματι δὲ μένειν ἔνδον ὁ νεωτερικὸς θυμὸς ἀμείλικτος κατὰ τῆς ἀγιότητος ἐν τῷ λέγειν, “ὀφείλουν νὰ ἀπορριφθῶσιν ἀπὸ ταύτας ὅσα μετὰ τὴν διαίρεσιν!!! παρείσπεσαν εἰς αὐτάς” κ.τ.λ. (Αὐτόθι στίχ. 11) μιγνύντας οὕτω καὶ μέχρι τοῦ δεσποτικού δείπνου τὸν ἰὸν τοῦ νεωτερισμοῦ. Καὶ δοκεῖ ἐκ τῶν λόγων τούτων, ὡς ἡ αὐτοῦ Μακαριότης ὑπολαμβάνει, ὅτι καὶ ἐν τῇ ὀρθοδόξῳ Καθολικῇ Ἐκκλησίᾳ συνέβη ὅ,τι σύνοιδε συμβὰν καὶ εἰς τὴν τῆς Ῥώμης μετὰ τὸν Παπισμον, ἤτοι ἀλλοίωσις καθάπαξ εἰς ἅπαντα τὰ μυστήρια καὶ διαφθορά ἐπὶ σχολαστικῇ τερθρείᾳ εἰς ἣν θαρρῶν ἀρκεῖται εἰς ὁμοιοπάθειαν καὶ τῶν ἡμετέρων ἱερῶν λειτουργιῶν καὶ μυστηρίων καὶ δογμάτων, πάντοτε ὅμως εὐλαβουμένη “τὴν ἀξιοσέβαστον ἡμῶν ἀρχαιότητα”! καὶ διὰ συγκατάβασιν πάντως ἀποστολικήν! χωρίς, ὡς λέγει (σελ. ια’, στίχ. 5) “νὰ θλίψῃ ἡμᾶς μὲ σκληράν τινα προγραφήν”! Ἐκ τοιαύτης ἀγνοίας τῶν καθ’ ἡμᾶς ἀποστολικῶν καὶ καθολικῶν διαιτημάτων προῆλθε πάντως καὶ ἡ ἑτέρα αὐτῆς ἀπόφανσις (σελ. ζ’, στίχ. 22)· “ἀλλ’ οὔτε μεταξύ ὑμῶν ἠδυνήθη νὰ διατηρηθῇ ἡ τῆς διδασκαλίας καὶ τῆς ἱερᾶς ἐπιστασίας ἐνότης”, ἀποδιδούσης παραδόξως τὸ οἰκεῖον πάθημα εἰς ἡμᾶς, ὥς ποτε καὶ ὁ Πάπας Λέων ὁ ἕνατος ἔγραφε πρὸς τὸν ἐν μακαρίοις Μιχαὴλ τὸν Κηρουλάριον, ἐγκαλῶν τοὺς Γραικούς, ὡς μεταβαλόντας τὸ Σύμβολον τῆς Καθολικῆς Ἐκκλησίας, μηδαμῶς αἰδούμενος μήτε τὸ ἀξίωμα αὐτοῦ μήτε τὴν Ἱστορίαν. Ἀλλὰ πεπείσμεθα ὅτι, ἂν ἡ αὐτοῦ Μακαριότης ἀνακαλέσῃ εἰς μνήμην τὴν Ἐκκλησιαστικὴν ἀρχαιολογίαν καὶ ἱστορίαν, τὴν διδασκαλίαν τῶν θείων Πατέρων καὶ τὰς ἀρχαίας λειτουργίας τῆς Γαλλίας, τῆς Ἰσπανίας καὶ τὸ Εὐχολόγιον τῆς ἀρχαίας Ῥωμαϊκῆς Ἐκκλησίας, ἐν ἐκπλήξει γενήσεται, μανθάνουσα πόσας μὲν ἄλλας τερατώδεις θυγατέρας ἐγέννησεν ἐν τῇ Δύσει ὁ Παπισμός, ἔτι ζῶσας, ἐνῷ ἡ Ὀρθοδοξία ἐτήρησεν τὴν Καθολικὴν Ἐκκλησίαν ἄφθορον νύμφην τῷ νυμφίῳ αὐτῆς παρ’ ἡμῖν, καίτοι μηδεμίαν μὲν ἔχουσαν ἀστυνομίαν κοσμικήν, ἢ ὡς λέγει ἡ αὐτοῦ Μακαριότης “ἱερὰν ἐπιστασίαν” (σελ. ζ’, στίχ. 23) μόνῳ δὲ τῷ συνδέσμῳ τῆς ἀγάπης καὶ τῷ κοινῷ φίλτρῳ πρὸς τὴν κοινὴν μητέρα συνεχομένοις ἐν ἐνότητι πίστεως ἐσφραγισμένης ταῖς ἑπτὰ σφραγίσι τοῦ Πνεύματος (Ἀποκ. ε;, 1), ἤτοι ταῖς ἑπτὰ οἰκουμενικαῖς Συνόδοις, καὶ ἐν ὑπακοῇ ἀληθείας· πόσα δὲ “ὀφείλουν ἀληθῶς νὰ ἀποῤῥιφθῶσιν ἀπὸ τὰ σημερινὰ παπικὰ δόγματά τε καὶ μυστήρια”, καθ’ ὃ “ἐντάλματα ἀνθρώπων”, ὅπως δυνηθῇ καταλλαγῆναι ἡ τὰ πάντα καινοτομήσασα τῆς Δύσεως Ἐκκλησία πρὸς τὴν ἀναλλοίωτον καθολικὴν ὀρθόδοξον πίστιν τῶν κοινῶν Πατέρων ἡμῶν εἰς ἥν, ὡς γνωρίζει, καθ’ ἃ λέγει (σελ. η’, στίχ. 30), τὴν ἡμετέραν κοινὴν σπουδήν, “τοῦ νὰ προσέχωμεν εἰς τὴν διατηρηθείσαν ὑπὸ τῶν προγόνων ἡμῶν διδασκαλίαν”, οὕτω καλῶς ποιεῖ διδάσκουσα (Αὐτ. στίχ. 31) ἡμᾶς, ἵνα “ἀκολουθῶμεν τοὺς ἀρχαίους ἱεράρχας καὶ πιστοὺς τῶν ἀνατολικῶν ἐπαρχιῶν”, οἵτινες πῶς ἐννόουν τὸ διδασκαλικὸν ἀξίωμα τῶν ἀρχιεπισκόπων τῆς πρεσβυτέρας Ῥώμης καὶ ποίαν τινὰ ἰδέαν αὐτῶν ὀφείλομεν ἔχειν ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ καὶ τίνι τρόπῳ δεῖ δέχεσθαι τὰς διδασκαλίας αὐτῶν, συνοδικῶς τε δεδώκασιν ἡμῖν ὑπογραμμόν (&15), καὶ ὁ οὐρανοφάντωρ Βασίλειος σαφῶς ἡρμήνευσε (&17)· πῶς δὲ καὶ τὸ κυριαρχικόν, ἐπειδὴ ἐνταῦθα οὐ πραγματείαν ἐκτιθέμεθα, αὐτὸς ὁ μέγας Βασίλειος πάλιν ὑποτυπωσάτω ἐν ὁλίγοις, “ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ” (Αυτόθι).

17. Ἐκ τούτων ἁπάντων συμπεραίνει καὶ πᾶς τρόφιμος τῆς ὑγιοῦς καθολικῆς διδασκαλίας, ἀλλ’ ἰδίως ἡ αὐτοῦ Μακαριότης πόσον ἀνόσιον μὲν καὶ ἀντισυνοδικὸν τὸ κατατολμᾶν ἀλλοίωσιν τῶν ἡμετέρων δογμάτων τε καὶ λειτουργιῶν καὶ λοιπῶν ἱερουργιῶν, γενομένων τε καὶ δὴ καὶ μαρτυρουμένων ὁμηλίκων τῷ χριστιανικῷ κηρύγματι, διὰ τὸ ἀπονεμηθὲν αὐτοῖς ἀείποτε σέβας, καὶ τὸ πιστεύεσθαι ἄθικτα καὶ ὑπ’ αὐτῶν τῶν ἀρχαίων ὀρθοδόξων Παπῶν οἷς ποτε ταῦτα καὶ ἡμῖν κοινὰ ἐχρημάτισαν. Πόσον δὲ εὐπρεπές τε καὶ ὅσιον ἡ βελτίωσις τῶν καινοτομιῶν, ὧν τὴν κεχρονολογημένην εἰσαγωγὴν ἐν τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης ἡμεῖς τε καθ’ ἕκαστον οἴδαμεν, καὶ οἱ ἀοίδιμοι Πατέρες ἡμῶν διεμαρτυρήθησαν ἐγκαίρως κατὰ τοῦ νεωτερισμοῦ. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι εὐχερείας εἰς τὴν αὐτοῦ Μακαριότητα τῆς τοιαύτης μεταβολῆς. Πρῶτον, ὅτι τὰ μὲν ἡμέτερα ἦσάν ποτε σεβάσμια καὶ εἰς τοῦς Δυτικούς, ὡς τὰς αὐτὰς ἱερουργίας ἔχοντας καὶ τὸ αὐτὸ Σύμβολον ὁμολογοῦντας· τὰ δὲ νεωτερικὰ οὔτε γνωστὰ τοῖς Πατράσιν ἡμῶν, οὔτε δυνάμενα ἀποδειχθῆναι κἂν ἐκ τῶν συγγραμμάτων τῶν ὀρθοδόξων δυτικῶν Πατέρων, οὔτε μὴν σύστασιν φέροντα οὔτε ἐκ τῆς ἀρχαιότητος οὔτε ἐκ τῆς καθολικότητος. Ἔπειτα παρ’ ἡμῖν οὔτε Πατριάρχαι, οὔτε Σύνοδοι ἐδυνήθησάν ποτε εἰσαγαγεῖν νέα, διότι ὁ ὑπερασπιστὴς τῆς θρησκείας ἐστὶν αὐτὸ τὸ σῶμα τῆς Ἐκκλησίας, ἤτοι αὐτὸς ὁ λαός, ὅστις ἐθέλει τὸ θρήσκευμα αὐτοῦ αἰωνίως ἀμετάβλητον καὶ ὁμοειδὲς τῷ τῶν Πατέρων αὐτοῦ, ὡς ἔργῳ ἐπειράθησαν καὶ πολλοὶ τῶν ἀπὸ τοῦ σχίσματος Παπῶν τε καὶ Πατριαρχῶν Λατινοφρόνων μηδὲν ἀνύσαντες, ἐνῷ ἐν τῇ Δυτικῇ Ἐκκλησίᾳ, ὡς οἱ κατὰ καιροὺς Πάπαι ἢ εὐκόλως ἢ βίᾳ ἐκανόνισαν τὰ νεολογούμενα δι’ οἰκονομίαν καθ’ ἃ ἀπελογοῦντο πρὸς τοὺς Πατέρας ἡμῶν, καίτοι καταμελίζοντες τὸ σῶμα τοῦ Χριστοῦ, οὕτω πάλιν Πάπας διὰ θείαν ὄντως καὶ δικαιοτάτην οἰκονομίαν δύναται, καταρτίζων οὐ δίκτυα, ἀλλ’ αὐτὸν τὸν διασχισθέντα χιτῶνα τοῦ Σωτῆρος, ἀντικαταστῆσαι τὰ σεβάσμια ἀρχαῖα, “ἱκανὰ νὰ τηρήσωσι τὴν εὐσέβειαν”, ὡς λέγει καὶ ἡ αὺτοῦ Μακαριότης (σελ. ια’, στίχ. 16), ἅπερ καὶ αὐτὸς τιμᾷ, ὡς λέγει (Αὐτ. στίχ. 14), καὶ οἱ προκάτοχοια αὐτοῦ, ἐπειπὼν τὸν ἀξιομνημόνευτον λόγον τῶν τινος μακαρίων προκατόχων αὐτοῦ (ἔστι δὲ οὗτος Κελεστῖνος ὁ ἐπὶ τῆς Γ’ οἰκουμενικῆς Συνόδου)· “desinat novitas incessere vetustatem”, (παυσάσθω ἡ καινοτομία μιαίνειν τὴν ἀρχαιότητα). Καὶ ἀπολαυέτω κἂν τοῦτο τὸ ὄφελος ἡ Καθολική Ἐκκλησία ἐκ τοῦ μέχρι τοῦδε ἀναμαρτήτου τῶν ἀποφάνσεων τῶν Παπῶν. Πάντως ὁμολογητέον, ὅτι εἰς τοιαύτην ἐπιχείρησιν, καίτοι τηλικοῦτος ὢν Πῖος ὁ Θ’ καὶ τὴν σοφίαν καὶ τὴν εὐλάβειαν καὶ τὸν τῆς χριστιανικῆς ἑνώσεως ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ ζῆλον, ὡς λέγει, μέλλει ὅμως ἀπαντῆσαι ἔνδοθέν τε καὶ ἔξωθεν δυσχερείας καὶ κόπους. Ἀλλ’ ἐνταῦθα ἡμεῖς μὲν ὀφειλέται ἐσμὲν μάλισθ’ ὅπως ὑπενθυμίσομεν (καὶ ἀπέστω τόλμη!) τὴν αὐτοῦ Μακαριότητα αὐτὸ τοῦτο τὸ θέμα τῆς ἐπιστολῆς αὐτοῦ (σελ. η’, στίχ. 32), ὅτι εἰς τὰ ἀφορῶντα τὴν ὁμολογίαν τῆς θείας θρησκείας οὐδὲν δεινὀν ὑπάρχει, τὸ ὁποῖον καὶ διὰ τὴν δόξαν τοῦ Χριστοῦ καὶ διὰ τὴν ἀνταπόδωσιν ἐν τῇ αἰωνίᾳ ζωῇ νὰ μὴν ὀφείλῃ τις νὰ ὑπομένῃ”. Κεῖται δὲ εἰς τὴν αὐτοῦ Μακαριότητα, ἵνα δείξῃ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, ὅτι ὡς συμβουλῆς θεαρέστου ἔξαρχος, οὕτω καὶ διεκδικητὴς πρόθυμος τῆς ἀδικουμένης εὐαγγελικῆς καὶ συνοδικῆς ἀληθείας ἔτι καὶ τῇ τῶν ἰδίων αὐτοῦ συμφερόντων θυσίᾳ, ὥστε εἶναι κατὰ τὸν Προφήτην (Ἡσ. ξ’, 17), “ἄρχων ἐν εἰρήνῃ καὶ ἐπίσκοπος ἐν δικαιοσύνῃ”. Γένοιτο! Ἀλλ’ ἕως ἂν γένηται αὕτη ἡ ἐπιθυμητὴ τῶν ἀποστατησῶν Ἐκκλησιῶν ἐπιστροφὴ εἰς τὸ σῶμα τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἧς ὁ μὲν “Χριστὸς κεφαλή” (Παύλ. Ἐφ. δ’15), ἡμεῖς δὲ ἕκαστος “μέλη ἐκ μέρους”, πᾶσα συμβουλὴ γιγνομένη ὑπ’ αὐτῶν καὶ πᾶσα παραίνεσις αὐτεπάγγελτος, τείνουσα εἰς κατάλυσιν τῆς πατροπαραδότου ἡμετέρας ἁμωμήτου πίστεως, οὐ μόνον ὡς ὕποπτος καὶ φευκτέα, ἀλλὰ καὶ ὡς δυσεβὴς καὶ ψυχώλεθρος δικαίως κατακρίνεται συνοδικῶς· καὶ εἰς ταύτην τὴν κατηγορίαν ἀνάγεται ἐν πρώτοις καὶ ἡ ῥηθείσα “πρὸς τοὺς Ἀνατολικούς” ἐγκύκλιος τοῦ ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Πάπα Πίου του Θ’, καὶ τοιαύτην κηρύττομεν αὐτὴν ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ.

18. Διὰ τοῦτο, ἀγαπητοὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ τῆς ἡμῶν Μετριότητος, ὡς ἀείποτε, οὕτω καὶ νῦν μάλιστα ἐν τῇ περιπτώσει ταύτῃ τῆς ἐκδόσεως τῆς ῥηθείσης Ἐγκυκλίου, χρέος ἀπαραίτητον νομίζομεν ἑαυτοῖς, κατὰ τὴν ἡμετέραν πατριαρχικὴν καὶ συνοδικὴν ἐνοχήν, ὅπως μὴ ἀπόλλυται μηδεὶς ἐκ τῆς θείας μάνδρας τῆς Καθολικῆς Ὀρθοδόξου Ἐκκλησίας, τῆς ἁγιωτάτης μητρὸς ἁπάντων ἡμῶν, ἵνα ἡμᾶς τε αὐτοὺς καθ’ ἑκάστην ὑπενθυμίζωμεν καὶ ἡμᾶς προτρέπωμεν εἰς αὐτό, ὅπως, ὑπενθυμίζοντες ἀλλήλους τοὺς λόγους καὶ προτροπὰς τοῦ μακαρίου Παύλου πρὸς τοῦς ἱεροὺς προκατόχους ἡμῶν, οὓς αὐτὸς μετεκαλέσατο ἐν τῇ Ἐφέσῳ, ἐπαναλαμβάνομεν πρὸς ἀλλήλους. Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῷ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε” (Πράξ. κ’, 28-30). Τότε οἱ προκάτοχοι καὶ πατέρες ἡμῶν, ἀκούσαντες τὰς θείας ταύτας παραγγελίας, κλαυθμὸν μέγαν ἐποιήσαντο, καὶ ἐπιπεσόντες εἰς τὸν τράχηλον αὐτοῦ κατεφίλουν αὐτὸν. Δεῦτε οὐν καὶ ἡμεῖς ἀδελφοί, ἀκούοντες αὐτοῦ νουθετοῦντος ἡμᾶς μετὰ δακρύων, ἐπιπέσωμεν νοερῶς ὁλοφυρόμενοι ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταφιλοῦντες παρηγορήσομεν αὐτὸν τῇ σταθερᾷ ἡμῶν ὑποσχέσει, ὅτι οὐδεὶς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐδεὶς ἡμᾶς ἀποπλανήσει τῆς ἀσφαλοῦς ὁδηγίας τῶν Πατέρων ἡμῶν, ὥσπερ κἀκείνους οὐδεὶς ἠδυνήθη πλανῆσαι σὺν πάσῃ τῇ σπουδῇ, ἣν κατέβαλλον κατὰ καιροὺς οἱ ἐπ’ αὐτῷ ἐπεγερθέντες ὑπὸ τοῦ πειράζοντος· ὅπως ἀκούσωμεν παρὰ τοῦ Δεσπότου τὸ “εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ”, κομιζόμενοι τὸ τέλος τῆς πίστεως, ἤτοι τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν τε καὶ τοῦ λογικοῦ ποιμνίου, εφ’ ὃ κατέστησεν ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας.

19. Ταύτην τὴν ἀποστολικὴν παραγγελίαν καὶ προτροπὴν δι’ ὑμῶν διαβιβάζομεν καὶ εἰς ἅπαν τὸ ὀρθόδοξον σύστημα, ὅπου ποτὲ γῆς εὑρίσκονται πολιτευόμενοι, εἰς τοὺς ἱερεῖς, καὶ εἰς τοὺς ἱερομονάχους, εἰς τοὺς ἱεροδιακόνους καὶ μοναχούς, ἑνὶ λόγῳ εἰς ἅπαντα τὸν Κλῆρον καὶ τὸν εὐσεβῆ λαὸν, ἄρχοντάς τε καὶ ἀρχομένους, πλουσίους ἢ πένητας, εἰς τοὺς γονεῖς καὶ εἰς τὰ τέκνα, εἰς τοὺς διδασκάλους καὶ μαθητάς, εἰς τοὺς πεπαιδευμένους καὶ ἀπαιδεύτους, εἰς τοὺς κυρίους καὶ ὑπηρέτας, ὅπως ἅπαντες ἐνισχύσοντες καὶ συμβουλεύοντες ἀλλήλους “δυνηθῶμεν στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου”. Οὕτω γὰρ προτρέπει ἡμᾶς ἅπαντας καὶ ὁ μακάριος Πέτρος ὁ ἀπόστολος. “Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει” (Α’ Πέτρ. ε’, 8).

20. Ἡ γὰρ πίστις ἡμῶν, ἀδελφοὶ, οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ, ἣν ἐκήρυξαν οἱ θεῖοι Ἀπόστολοι, ἐκράτυναν αἱ ἱεραὶ οἰκουμενικαὶ Σύνοδοι, παρέδωκαν ἐκ διαδοχῆς οἱ μέγιστοι σοφοὶ Διδάσκαλοι τῆς οἰκουμένης καὶ ἐπεκύρωσαν τὰ ἐκχυθέντα αἵματα τῶν ἁγίων Μαρτύρων. "Κρατῶμεν τῆς ὁμολογίας", ἣν παρελάβομεν ἄδολον παρὰ τηλικούτων ἀνδρῶν, ἀποστρεφόμενοι πάντα νεωτερισμὸν ὡς ὑπαγόρευμα τοῦ διαβόλου· ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλιπῆ τὴν κεκηρυγμένην ὀρθόδοξον πίστιν. Ἀλλ’ αὕτη πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχομένη μήτε μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν ἡντιναοῦν, καὶ ὁ τολμῶν ἢ πρᾶξαι ἢ συμβουλεύσαι ἢ διανοηθῆναι τοῦτο, ἤδη ἠρνήθη τὴν πίστιν τοῦ Χριστοῦ, ἤδη ἑκουσίως καθυπεβλήθη εἰς τὸ αἰώνιον ἀνάθεμα διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάχα μὴ ἁρτίως λαλῆσαν ἐν ταῖς Γραφαῖς καὶ διὰ τῶν οἰκουμενικῶν συνόδων. Τὸ φρικτὸν τοῦτο ἀνάθεμα, ἀδελφοὶ καὶ τέκνα ἐν Χριστῷ ἀγαπητά, οὐκ ἐκφωνοῦμεν ἡμεῖς σήμερον, ἀλλ’ ἐξεφώνησε πρῶτος ὁ Σωτήρ ἡμῶν “ὃς ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν οὔτε ἐν τῷ μέλλοντι (Ματθ. ιβ‘, 32)· ἐξεφώνησεν ὁ θεῖος Παῦλος (Γαλ. α’, 6-8)· “θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινες εἰσὶν οἱ ταράσσοντες ὑμᾶς. Καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω”· ἐξεφώνησαν τοῦτο αἱ ἑπτὰ οἰκουμενικαὶ Σύνοδοι καὶ σύμπας ὁ χορὸς τῶν θεοφόρων Πατέρων. Ἃπαντες οὖν οἱ νεωτερίζοντες ἢ αἱρέσει ἢ σχίσματι, ἑκουσίως ἐνεδύθησαν, κατὰ τὸν ψαλμῳδόν (Ψαλμ. ρη’, 18), “κατάραν ὡς ἱμάτιον”, κἄν τε Πάπαι, κἄν τε Πατριάρχαι, κἄν τε Κληρικοί, κἄν τε Λαϊκοὶ ἔτυχον εἶναι· “κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀνάθεμα ἔστω”, εἴ τις ὑμᾶς εὐαγγελίζηται παρ’ ὃ παρελάβετε”. Οὕτω φρονοῦντες οἱ Πατέρες ἡμῶν καὶ ὑπακούοντες εἰς τοὺς ψυχοσωτηρίους λόγους τοῦ Παύλου ἐστάθησαν σταθεροὶ καὶ ἑδραῖοι εἰς τὴν ἐκ διαδοχῆς παραδοθεῖσαν αὐτοῖς πίστιν καὶ διέσωσαν αὐτὴν ἄτρεπτον καὶ ἄχραντον διὰ μέσου τοσούτων αἱρέσεων, καὶ παρέδωκαν αὐτὴν εἰς ἡμᾶς εἰλικρινῆ καὶ ἀνόθευτον, ὡς ἐξῆλθεν ἄδολος ἀπὸ τοῦ στόματος τῶν πρώτων ὑπηρετῶν τοῦ Λόγου· οὕτω φρονοῦντες καὶ ἡμεῖς, ἄδολον, ὡς παρελάβομεν, μετοχεύσομεν αὐτὴν εἰς τὰς ἐπερχομένας γενεάς, μηδὲν παραμείβοντες, ἵνα ὦσι κἀκεῖνοι, ὡς καὶ ἡμεῖς, εὐπαρουσίαστοι καὶ ἀκαταίσχυντοι, λαλοῦντες περὶ τῆς τῶν προγόνων αὐτῶν πίστεως.

21. Ὅθεν, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ ἀγαπητά, “τὰς ψυχὰς ἡμῶν ἡγνικότες ἐν ὑπακοῇ τῆς ἀληθείας”, κατὰ τὸν Ἀπόστολον (Α’ Πέτρ. 1,22), “προσέχωμεν τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν” (Ἑβρ. 2,1). Ἡ πίστις καὶ ἡ ὁμολογίας ἣν κατέχομεν ἀκαταίσχυντός ἐστι, διδασκομένη ἐν τῷ εὐαγγελίῳ ἐκ στόματος τοῦ Κυρίου ἡμῶν, μεμαρτυρημένη ὑπὸ τῶν ἁγίων Ἀποστόλων, ὑπὸ τῶν ἱερῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, κεκηρυγμένη εἰς τὴν ὑφήλιον, μαρτυρουμένη καὶ ὑπὸ τῶν ἐχθρῶν αὐτῆς, οἵτινες, πρὶν ἢ ἀποστήσωσιν ἀπὸ τῆς ὁρθοδοξίας εἰς τὰς αἱρέσεις, αὐτὴν τὴν πίστιν κατεῖχον καὶ αὐτοί, ἢ κἂν οἱ πατέρες ἢ οἱ προπάτορες αὐτῶν· μαρτυρεῖται ὑπὸ τῆς διηνεκοῦς Ἱστορίας ὡς θριαμβεύουσα κατὰ πασῶν τῶν αἱρέσεων, αἵτινες κατεδίωξαν καὶ καταδιώκουσιν αὐτήν, ὡς ὁρᾶτε, μέχρι τῆς σήμερον. Οἱ ἀλληλοδιάδοχοι ἱεροὶ θεῖοι Πατέρες καὶ προκάτοχοι ἡμῶν, ἀρχόμενοι ἀπὸ τῶν Ἀποστόλων, καὶ οὓς κατέστησαν οἱ Ἀπόστολοι διαδόχους μέχρι τῆς σήμερον, μίαν καὶ ἀδιάῤῥηκτον ἅλυσιν καταρτίζοντες, καὶ χειρὶ χεῖρα συνδέοντες συγκλείουσιν ἱερὸν περίβολον, οὗ “θύρα ὁ Χριστός”, ἐν ᾧ ἅπαν τὸ ὀρθόδοξον ποίμνιον ποιμαίνεται εἰς τὰς ζειδώρους νομὰς τῆς μυστικῆς Ἐδέμ, καὶ οὐχὶ εἰς ἄνοδα καὶ τραχέα”! ὡς ὑπολαμβάνει ἡ αὐτοῦ Μακαριότης (σελ. ζ’, στίχ. 12). Ἡ Ἐκκλησία ἡμῶν κατέχει αὐτὰ τὰ ἀδιάπτωτα καὶ ἀνόθευτα κείμενα τῶν θείων Γραφῶν, τῆς μὲν Παλαιᾶς Διαθήκης τὴν ἀληθῆ καὶ ἀρτίαν μετάφρασιν, τῆς δὲ Νέας αὐτὸ τὸ θεῖον πρωτότυπον. Αἱ τελεταὶ τῶν ἱερῶν μυστηρίων, καὶ ἰδίᾳ αἱ τῆς θείας λειτουργίας, εἰσὶν αὐταὶ ἑκεῖναι αἱ ἀποστολοπαράδοτοι λαμπραὶ καὶ κατανυκτικαὶ τελεταί. Οὐδὲν ἔθνος, οὐδεμία κοινωνία χριστιανικὴ δύναται καυχηθῆναι εἰς τὸν Ἰάκωβον, εἰς τὸν Βασίλειον, εἰς τὸν Χρυσόστομον· αἱ σεπταὶ οἰκουμενικαὶ Σύνοδοι, οὗτοι οἱ ἑπτὰ στῦλοι τοῦ οἴκου τῆς σοφίας, ἐν αὐτῇ καὶ παρ’ ἡμῖν συνεκροτήθησαν· αὐτὴ κατέχει τὰ πρωτότυπα τῶν ἱερῶν ὅρων αὐτῶν. Οἱ ἐν αυτῇ ποιμένες καὶ τὸ τίμιον πρεσβυτέριον καὶ τὸ μαναχικὸν τάγμα διατηρεῖ αὐτὴν τὴν ἀρχαιοτάτην εὐαγῆ σεμνότητα τῶν πρώτων αἰώνων τοῦ Χριστιανισμοῦ καὶ εἰς τὰς ἀξιώσεις καὶ εἰς τὸ πολίτευμα, ἔτι καὶ εἰς τὴν ἁπλοϊκὴν ἀμφίεσιν αὐτῶν. Ναί! ἀληθῶς, εἰς ταύτην τὴν ἁγίαν μάνδραν διηνεκῶς ἐπέπεσόν τε καὶ ἐμπίπτουσιν, ὡς καὶ ἐφ’ ἡμῖν ὁρῶμεν, “λύκοι βαρεῖς”, κατὰ τὴν πρόῤῥησιν τοῦ Ἀποστόλου, ὅπερ δείκνυσιν, ὅτι τὰ ἀληθῆ ἀρνία τοῦ ἀρχιποίμενος ἐν αὐτῇ ἐπαυλίζονται· ἀλλ’ αὐτὴ καὶ ἔψαλλε καὶ ψαλλεῖ εἰς τὸν αἰῶνα, “κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς” (Ψαλμ. 117,11). Προσθήσομεν δὲ καὶ ἀνάμνησιν λυπηρὰν μέν, χρήσιμον δὲ εἰς ἀπόδειξιν καὶ πίστωσιν τῆς ἀληθείας τῶν ἡμετέρων λόγων. Ἅπανθ’ ὅσα χριστιανικὰ γένη ὁρῶνται τὴν σήμερον σεμνυόμενα εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, μὴ ἐξαιρουμένης μήτε αὐτῆς τῆς Δύσεως, μηδ’ αὐτῆς τῆς Ῥώμης ὡς καὶ ὑπὸ τοὺ καταλόγου τῶν πρώτων Παπῶν βεβαιούμεθα, ὑπὸ τῶν ἡμετέρων ἁγίων προκατόχων καὶ Πατέρων ἐδιδάχθησαν τὴν ἀληθῆ εἰς Χριστὸν πίστιν, κἂν ὕστερον ἄνδρες δολιότητος, ὧν πολλοὶ καὶ ποιμένες καὶ ἀρχιποίμενες ὄντες τῶν ῥηθέντων γενῶν, κατατολμήσαντες δειλαίοις λογισμοῖς καὶ γνώμαις αἱρετικαῖς, ἐμίαναν φεῦ! τὴν ὀρθοδοξίαν τῶν ἐθνῶν ἐκείνων, ὡς ἡ ἀψευδὴς Ἱστορία διδάσκει ἡμᾶς, ὡς προεῖπεν ὁ Παῦλος.

22. Διὰ τοῦτο ἐπιγνῶμεν, ἀδελφοὶ καὶ τέκνα ἡμῶν πνευματικά, ἡλίκη ἡ χάρις, ἣν ἔδωκεν ὁ Θεὸς εἰς τὴν ὀρθόδοξον πίστιν ἡμῶν καὶ εἰς τὴν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν αὐτοῦ Ἐκκλησίαν, ἥτις οἷα μήτηρ ἀνύποπτος παρὰ τῷ ἀνδρὶ αὐτῆς, ἀνατρέφει ἡμᾶς ἀκαταισχύντους καὶ εὐαπολογήτους ἐν εὐγενεῖ παῤῥησίᾳ “περὶ τῆς ἐν ἡμῖν ἐλπίδος”. Ἀλλὰ τί ἀνταποδώσομεν ἡμεῖς οἱ ἁμαρτωλοὶ τῷ Κυρίῳ “περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν”; Ὁ ἀνενδεὴς Κύριος καὶ Θεὸς ἡμῶν, ὁ τῷ οἰκείῳ αἵματι ἀνακτησάμενος ἡμᾶς, οὐδὲν ἕτερον ἀπαιτεῖ ἀφ’ ημῶν, εἰ μὴ τὴν ἐξ ὅλης τῆς ψυχῆς καὶ καρδίας ἡμῶν εἰς τὴν ἀμώμητον ἱερὰν πίστιν τῶν πατέρων ἡμῶν, τὴν ἀγάπην καὶ τὸ φίλτρον εἰς τὴν ἀναγεννήσασαν ἡμᾶς οὐ ῥαντίσματι νεωτερικῷ, ἀλλὰ θείῳ λουτρῷ τοῦ ἀποστολικοῦ βαπτίσματος Ὀρθόδοξον Ἐκκλησίαν, τὴν τρέφουσαν ἡμᾶς κατὰ τὴν αἰωνίαν Διαθήκην τοῦ Σωτῆρος ἡμῶν τῷ ἰδίῳ αὐτοῦ τιμίῳ σώματι, καὶ ἀφθόνως, οἷα γνησία μήτηρ, ποτίζουσαν ἡμᾶς τῷ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐκχυθέντι τιμίῳ αὐτοῦ αἵματι. Περικυκλώσωμεν οὖν αὐτὴν νοερῶς, “ὡς τὰ νοσία τὴν ὄρνιν”, ὅπου ποτὲ γῆς εὑρισκόμεθα, εἰς ἄρκτον ἢ εἰς μεσημβρίαν, εἰς ἀνατολὴ ἢ εἰς δύσιν· ἐξαρτήσωμεν τὰ ὄμματα καὶ τὰς διανοίας ἡμῶν αὐτῶν ἐκ τὴς θειοτάτης αὐτῆς καὶ λαμπροτάτης ὄψεώς τε καὶ καλλονῆς· ἐπιλαβώμεθα ἀμφοτέραις ταῖς χερσί τοῦ φωτεινοῦ χιτῶνος αὐτῆς, ὃν περιέβαλεν ἰδίαις ἀχράντοις αὐτοῦ χερσίν “ὁ νυμφίος ὁ ὡραῖος κάλλει”, ὅτε ἐλυτρώσατο αὐτὴν ἐκ τῆς δουλείας τοῦ πλάνου καὶ ἐστόλισεν αὐτὴν νύμφην ἑαυτῷ αἰωνίαν. Συναισθανθῶμεν εἰς τὰς ψυχὰς ἡμῶν αὐτῶν τὸ ἀμοιβαῖον ἀλγεινὸν αἴσθημα μητρὸς φιλοτέκνου καὶ τέκνων φιλομητόρων, ὅταν λυκόφρονες ἄνδρες καὶ ψυχοκάπηλοι σπουδάζουσι καὶ μεθοδεύονται, ἵνα ἢ ἑκείνην ἀπαγάγωσι δούλην, ἢ αυτὰ ὡς ἀρνία ἐκ τῶν μητέρων αὐτῶν ἀφαρπάσωσιν. Ἐντείνωμεν δὲ τοῦτο τὸ αἴσθημα κληρικοί τε καὶ λαϊκοὶ ἤδη μάλιστα, ὅταν ὁ νοητὸς τῆς σωτηρίας ἡμῶν ἐχθρός, χορηγῶν (σελ. ια’, στίχ. 2-25) ἀπατηλῆς εὐκολίας τηλικαῦτα μεταχειρίζηται ὄργανα, καὶ περιπατῇ ἁπανταχοῦ, κατὰ τὸν μακάριον Πέτρον, “ζητῶν τίνα καταπίῃ”, καὶ ὅταν “ἐν ὁδῷ ταύτῃ, ᾗ προευόμεθα” εἰρηνικῶς τε καὶ ἀκάκως, ἱστᾷ τὰς δολερὰς παγίδας αὐτοῦ.

23. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, “ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν”, “ὅς οὐ νυστάξει, οὐδὲ ὑπνώσει φυλάσσων τὸν Ἰσραήλ”, “φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ἡμῶν”, “καὶ κατευθύνει τὰς ὁδοὺς ὑμῶν εἰς πᾶν ἔργον ἀγαθόν”. Ἔρρωσθε χαίροντες ἐν Κυρίῳ.

αωμή, κατὰ μῆνα Μάϊον Ἰνδικτιῶνος ς’

+Ἄνθιμος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ οἰκουμενικὸς Πατριάρχης, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
+Ἱερόθεος ἐλέῳ Θεοῦ Πατριάρχης Ἀλεξάνδρείας καὶ πάσης γῆς Αἰγύπτου, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
+Μεθόδιος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς μεγάλης θεουπόλεως Ἀντιοχείας καὶ πάσης Ἀνατολῆς, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
+Κύριλλος ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
Ἡ ἐν Κωνσταντινουπόλει ἱερὰ Σύνοδος.
Ἡ ἐν Ἀντιοχείᾳ ἱερὰ Σύνοδος.
Ἡ ἐν Ἱερουσαλήμ ἱερὰ Σύνοδος.




ΠΗΓΗ:http://synodos1848.wordpress.com/2011/01/25/1848/