Σελίδες

Κυριακή 23 Δεκεμβρίου 2018

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.



Αποτέλεσμα εικόνας για ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Η ΑΓΙΑ ΑΝΑΦΟΡΑ ΤΟΥ "ΟΝΟΜΑΤΟΣ ΑΥΤΟΥ" ΕΝ ΤΗ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

«Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός μας, ἐλέησέ μας»

Τὸ πρωτότυπο κείμενο μὲ νεοελληνικὴ ἀπόδοση τοῦ μακαριστοῦ Μητροπολίτου Σερβίων καὶ Κοζάνης Διονυσίου (†1998)


1. Α´ Ἀντίφωνον καὶ ἐφύμνιον
Χορὸς
Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Δόξαζε, ψυχή μου, τὸν Κύριο κι ὅλο μου τὸ εἶναι τὸ ὄνομά του τὸ ἅγιο.

2. Εὐχὴ Ἀντιφώνου Γ´
Ἱερεὺς
τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος, αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Ἐσύ, ποὺ χάρισες σ᾿ ἐμᾶς αὐτὲς τὶς ὁμόγνωμες καὶ σύμφωνες προσευχές, ποὺ ὑποσχέθηκες νὰ ἐκπληρώνης ὅσα μονιασμένοι δυὸ καὶ τρεῖς μαζὶ ζητᾶνε στ᾿ ὄνομά σου· ἐσὺ καὶ τώρα κάμε νὰ εἶναι γιὰ καλὸ ,τι ζητᾶνε οἱ δοῦλοι σου, δίνοντάς μας σὲ τοῦτο τὸν κόσμο νὰ καταλάβουμε τὴν ἀλήθειά σου, καὶ στὸν ἄλλο χαρίζοντάς μας τὴν αἰώνια ζωή.


3. ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ
Ἱερεὺς

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου ἡμῶν... τῶν πρεσβυτέρων, τῶν διακόνων καὶ τῶν μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Σὲ παρακαλοῦμε ἀκόμα γιὰ τὸν ἀρχιεπίσκοπό μας... γιὰ τοὺς ἱερεῖς, τοὺς διακόνους καὶ τοὺς μοναχοὺς καὶ γιὰ ὅλη μας τὴν ἱερατικὴ στὸ ὄνομα τοῦ Χριστοῦ ἀδελφότητα.


4. ΔΕΗΣΙΣ ΥΠΕΡ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ
Ἱερεὺς
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Γιὰ νὰ δοξάζουν κι αὐτοὶ μαζί μας τὸ ὁλοτίμητο καὶ μεγαλόπρεπο ὄνομά σου, τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ πάντα καὶ στοὺς ἀτελεύτητους αἰῶνες.

5. Εὐχὴ Χερουβικοῦ ὕμνου
Ἱερεὺς
 Ὅτι ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γιατὶ εἶναι ἁγιασμένο καὶ δοξασμένο τὸ ὁλοτίμητο καὶ μεγαλόπρεπο ὄνομά σου, τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ πάντα καὶ στοὺς ἀτελεύτητους αἰῶνες. Ἀμήν.

Χορὸς
Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἅγιος, Ἅγιος, Ἅγιος εἶσαι Κύριε τῶν Δυνάμεων· γεμάτος ὁ οὐρανὸς καὶ ἡ γῆ ἀπὸ τὴ δόξα σου. Σῶσε μας, ὕψιστε Θεέ· εὐλογημένος ὁ ἐρχόμενος στὸ ὄνομα τοῦ Κυρίου. Σῶσε μας, ὕψιστε Θεέ.

7. ΔΙΠΤΥΧΑ ΚΑΙ ΔΕΗΣΕΙΣ
Ἱερεὺς
Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Καὶ δῶσε μας μ᾿ ἕνα στόμα καὶ μὲ μιὰ καρδιὰ νὰ δοξάζουμε καὶ νὰ ἀνυμνοῦμε τὸ ὁλοτίμητο καὶ μεγαλόπρεπο ὄνομά σου, τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ πάντα καὶ στοὺς ἀτελεύτητους αἰῶνες.

8. Ἡ Κυριακὴ Προσευχὴ
Πάτερ ἡμῶν, ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Πάτερ ἡμῶν, ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


9. ΕΥΧΑΡΙΣΤΙΑ-ΑΠΟΛΥΣΙΣ


Χορὸς
Ἀμήν. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ἀμήν. Ἂς εἶναι εὐλογημένο τὸ ὄνομα τοῦ Κυρίου ἀπὸ τώρα καὶ πάντοτε.

10. Ἱερεὺς
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ Θεός, ἐλέησον ἡμᾶς.
Χορὸς
Ἀμήν.
Μὲ τὶς εὐχὲς τῶν ἁγίων Πατέρων μας, Κύριε Ἰησοῦ Χριστὲ Θεός μας, ἐλέησέ μας.
Χορὸς
Ἀμήν.