Σάββατο 4 Μαΐου 2024

Δος μοι τούτον τον ξένον-Dos moi touton ton ksenon (Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ. )

 


 Ιδιόμελον, ψαλλόμενον μετὰ τὴν τοῦ Ἐπιταφίου περιφοράν. Ἦχος πλ. α´.

Τὸν ἥλιον κρύψαντα, τὰς ἰδίας ἀκτῖνας, καὶ τὸ καταπέτασμα, τοῦ Ναοῦ διαῤῥαγέν, τῷ τοῦ Σωτῆρος θανάτῳ, ὁ Ἰωσὴφ θεασάμενος, προσῆλθε τῷ Πιλάτῳ, Καθικετεύω σε, λέγων. Δός μοι τοῦτον τὸν ξένον, τὸν ἐκ βρέφους ὡς ξένον, ξενωθέντα ἐν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ὃν ὁμόφυλοι μισοῦντες, θανατοῦσιν ὡς ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὃν ξενίζομαι βλέπειν, τοῦ θανάτου τὸ ξένον. Δός μοι τοῦτον τὸν ξένον, ὅστις οἶδε ξενίζειν τοὺς πτωχούς τε καὶ ξένους. Δός μοι τοῦτον τὸν ξένον, ὃν Ἑβραῖοι τῷ φθόνῳ, ἀπεξένωσαν κόσμῳ. Δός μοι τοῦτον τὸν ξένον, ἵνα κρύψω ἐν τάφῳ, ὅτι ξένος οὐκ ἔχει τὴν κεφαλὴν ποῦ κλίναι. Δός μοι τοῦτον τὸν ξένον, ὃν ἡ Μήτηρ ὁρῶσα, νεκρωθέντα ἐβόα Ὦ Υἱὲ καὶ Θεέ μου, εἰ καὶ τὰ σπλάγχνα τιτρώσκομαι, καὶ καρδίαν σπαράττομαι, νεκρόν σε καθορῶσα, ἀλλὰ τῇ σῇ Ἀναστάσει θαῤῥοῦσα μεγαλύνω σε. Καὶ τούτοις τοίνυν τοῖς λόγοις, δυσωπῶν τὸν Πιλάτον, ὁ Εὐσχήμων λαμβάνει, τοῦ Σωτῆρος τὸ σῶμα, καὶ φόβῳ ἐν σινδόνι, εἱλήσας καὶ σμύρνᾳ, κατέθετο ἐν τάφῳ, τὸν παρέχοντα πᾶσι, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
 

https://www.youtube.com/watch?v=NPSkkrSUms8