![]() |
Ἦχος γ´. Τὴν ὡραιότητα.
Ὅτε πρὸς Κύριον, σὺ ἐξεδήμησας, τότε ἐσείσθησαν, τὰ ἐπουράνια, ἱεραρχῶν ἡ καλλονή, πανένδοξε Αὐγουστῖνε, καὶ κατατηκόμενοι, ἐν δεινοῖς ἐθεώρουν σε, ἀπὸ τῆς κολάσεως, ἱεράρχαι ἀνόσιοι, ὡς ἔφη ἡ σεπτὴ Γαλακτία, Κρήτης ἀγλάισμα τὸ νέον.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ἱεράρχην μέγιστον, τῆς Ἐκκλησίας, Αὐγουστῖνον ὅσιον, ἀνευφημήσωμεν πιστοί, προφητικῶν δι’ ἐλλάμψεων, τὸν τοῦ Κυρίου, τὴν ποίμνην φωτίσαντα.
[Ιωάννης Τσιλιμιγκάκης]
