Τετάρτη, 15 Φεβρουαρίου 2017

''[...] Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται. '' (΄Αγιος Μάξιμος ο Ομολογητής)


΄Αγιος Μάξιμος ο Ομολογητής

Περί Αγάπης

PG 90. Εντός παρενθέσεων αριθμοί μέσα στο κείμενο, π.χ. (72), δηλώνουν την αντίστοιχη στήλη του τόμου της PG.


 Πρώτη ἑκατοντάς τῶν περί ἀγάπης κεφαλίων.

α΄. Ἀγάπη μέν ἐστιν, διάθεσις ψυχῆς ἀγαθή, καθ᾿ ἥν οὐδέν τῶν ὄντων, τῆς τοῦ Θεοῦ γνώσεως προτιμᾷ. Ἀδύνατον δέ εἰς ἕξιν ἐλθεῖν ταύτης τῆς ἀγάπης, τόν πρός τι τῶν ἐπιγείων ἔχοντα προσπάθειαν. 

β΄. Ἀγάπην μέν τίκτει ἀπάθεια· ἀπάθειαν δέ, ἡ εἰς Θεόν ἐλπίς· τήν δέ ἐλπίδα, ὑπομονή καί μακροθυμία· ταῦτας δέ, ἡ περιεκτική ἐγκράτεια· ἐγκράτειαν δέ, ὁ τοῦ Θεοῦ φόβος· τόν δέ φόβον, ἡ εἰς τόν Κύριον πίστις. 

γ΄. Ὁ πιστεύων τῷ Κυρίῳ, φοβεῖται
τήν κόλασιν· ὁ δέ φοβούμενος τήν κόλασιν, ἐγκρατεύεται ἀπό τῶν παθῶν· ὁ δέ ἐγκρατευόμενος ἀπό τῶν παθῶν, ὑπομένει τά θλιβερά· ὁ δέ ὑπομένων τά θλιβερά, ἕξει εἰς Θεόν ἐλπίδα· ἡ δέ εἰς Θεόν ἐλπίς, χωρίζει πάσης γηΐνης προσπαθείας τόν νοῦν· ταύτης δέ ὁ νοῦς χωρισθείς, ἕξει τήν εἰς Θεόν ἀγάπην. 

δ΄. Ὁ ἀγαπῶν τόν Θεόν, πάντων τῶν ὑπ᾿ αὐτοῦ γεγονότων προτιμᾷ τήν γνῶσιν αὐτοῦ, καί ἀδιαλείπτως διά τοῦ πόθου, ταύτῃ προσκαρτερεῖ. 

ε΄. Εἰ πάντα τά ὄντα διά τοῦ Θεοῦ καί διά τόν Θεόν γέγονε· κρείττων δέ ὁ Θεός τῶν δι᾿ αὐτοῦ γεγονότων· ὁ καταλιμπάνων τόν Θεόν τόν ἀσυγκρίτως κρείττονα, καί τοῖς χείροσιν ἐνασχολούμενος, δείκνυσιν ἑαυτόν προτιμῶντα τοῦ Θεοῦ, τά δι᾿ αὐτοῦ γεγονότα. 

στ΄. Ὁ τῇ εἰς Θεόν ἀγάπῃ τόν νοῦν ἔχων προσηλωμένον, πάντων τῶν ὁρωμένων, καί αὐτοῦ τοῦ σώματος, ὡς ἀλλοτρίου καταφρονεῖ. 

ζ΄. Εἰ κρείττων τοῦ σώματος ἡ ψυχή· καί κρείττων τοῦ κόσμου ἀσυγκρίτως ὁ κτίσας αὐτόν Θεός· ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ Θεοῦ τόν ὑπό αὐτοῦ κτισθέντα κόσμον, οὐδέν τῶν εἰλωλολατρούντων διενήνοχεν. 

η΄. Ὁ τόν νοῦν τῆς  εἰς Θεόν ἀγάπης καί προσεδρείας ἀποχωρίσας, καί τινι τῶν αἰσθητῶν προσεδεμένον ἔχων, οὗτός ἐστι ὁ προτιμῶν τῆς ψυχῆς τό σῶμα, καί τοῦ κτίσαντος Θεοῦ, τά ὑπ᾿ αὐτοῦ γεγονότα. 

θ΄. (964) Εἰ ἡ ζωή τοῦ νοῦ ὁ φωτισμός ἐστι τῆς γνώσεως· τοῦτον δέ ἡ εἰς Θεόν ἀγάπη τίκτει· καλῶς, Οὐδέν τῆς θείας ἀγάπης, εἴρηται, μεῖζον. 

ι΄. Ὅταν τῷ ἔρωτι τῆς ἀγάπης πρός Θεόν ὁ νοῦς ἐκδημῇ, τότε οὔτε τινός τῶν ὄντων παντάπασι ἐπαισθάνεται. Ὑπό γάρ τοῦ θείου καί ἀπείρου φωτός καταλαμπόμενος, ἀναισθητεῖ πρός πάντα τά ὑπ᾿ αὐτοῦ γεγονότα· καθάπερ καί ὁ αἰσθητός ὀφθαλμός πρός τούς ἀστέρας, τοῦ ἡλίου ἀνατέλλοντος. 

ια΄. Πᾶσαι μέν αἱ ἀρεταί συνεργοῦσι τῷ νῷ πρός τόν θεῖον ἔρωτα, πλέον δέ πάντων ἡ καθαρά προσευχή. Διά ταύτης γάρ πρός τόν Θεόν πτερούμενος, ἔξω γίνεται πάντων τῶν ὄντων. 

ιβ΄. Ὅταν διά τῆς ἀγάπης ὑπό τῆς θείας γνώσεως ὁ νοῦς ἁρπαγῇ, καί ἔξω γενόμενος τῶν ὄντων τῆς θείας ἐπαισθάνηται ἀπειρίας, τότε κατά τόν θεῖον Ἡσαΐαν ὑπό ἐκπλήξεως εἰς συναίσθησιν ἐλθών τῆς ἑαυτοῦ ταπεινώσεως, μετά διαθέσεως λέγει τά τοῦ προφήτου ῥήματα· Ὤ τάλας ἐγώ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὤν, καί ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγώ κατοικῶ, καί τόν βασιλέα Κύριον Σαβαώθ εἶδον τοῖς ὀφθαλμοῖς μου. 

ιγ΄. Ὁ ἀγαπῶν τόν Θεόν, οὐ δύναται μή καί πάντα ἄνθρωπον ὡς ἑαυτόν ἀγαπῆσαι, εἰ καί πρός τά πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διό καί τήν ἐπιστροφήν [edit. περιστρ.] αὐτῶν βλέπων καί τήν διόρθωσιν, ἀμετρήτῳ καί ἀνεκλαλήτῳ χαίρει χαρᾷ. 

ιδ΄. Ἀκάθαρτος ἐστι ψυχή ἐμπαθής· λογισμῶν ἐπιθυμίας καί μίσους πεπληρωμένη. 

ιε΄. Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διά οἰονδήποτε πταῖσμα πρός τόν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεόν ἀγάπης· διότι ἡ εἰς Θεόν ἀγάπη, τῆς εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται. 

ιστ΄. Ὁ ἀγαπῶν με, φησίν ὁ Κύριος, τάς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολή ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μή ἀγαπῶν τόν πλησίον, τήν ἐντολήν οὐ τηρεῖ. Ὁ δέ τήν ἐντολήν μή τηρῶν, οὐδέ τόν Κύριον ἀγαπῆσαι δύναται. 

ιζ΄. Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς. [edit. δύναται].