ΧΡΙΣΤΟΥΓΕΝΝΙΑΤΙΚΟΙ ΥΜΝΟΙ ΑΠΟ ΤΟΥΣ "ΑΓΙΟΣΟΦΙΤΕΣ"
Ἦχος πλ. δ’ Ποίημα Σωφρονίου
Πατριάρχου Ἱεροσολύμων
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Δοξαστικὸν ς´ Ὥρας
Ἦχος πλ. α´.
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον· καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τί τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;
ΗΧΟΣ: Πλάγιος του Δευτέρου.
Λαθών ετέχθης υπό τό Σπήλαιον, αλλ' ουρανός σε πάσιν εκήρυξεν, ώσπερ στόμα, τόν Αστέρα προβαλλόμενος Σωτήρ, Καί Μάγους σοι προσήνεγκεν, εν πίστει προσκυνούντάς σε, μεθ' ών ελέησον ημάς.