ΣΥΛΛΟΓΟΣ ΙΕΡΟΨΑΛΤΩΝ ΕΟΡΔΑΙΑΣ-ΧΡΙΣΤΟΥΓΕΝΝΑ ΘΕΟΦΑΝΕΙΑ
Ἦχος πλ. δ’ Ποίημα Σωφρονίου
Πατριάρχου Ἱεροσολύμων
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.