Κυριακή 16 Απριλίου 2017

''Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται·''

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ
ἤτοι
Ο ΟΡΘΡΟΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΣΑΒΒΑΤΟΥ

Αποτέλεσμα εικόνας για ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ

Τῼ ΑΓΙῼ ΚΑΙ ΜΕΓΑΛῼ ΣΑΒΒΑΤῼ

καθ᾿ ᾧ ἑορτάζομεν τὴν θεόσωμον ταφὴν
καὶ τὴν εἰς ᾅδου κάθοδον τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ

Ο ΟΡΘΡΟΣ

(Τελεῖται συνήθως τῇ Μ. Παρασκευῇ ἑσπέρας· ἐνιαχοῦ ὅμως τελεῖται κατὰ τὴν ἀρχαίαν συνήθειαν τὰς πρώτας πρωϊνὰς ὥρας τοῦ Μ. Σαββάτου).

ΚΑΝΩΝ

Καὶ ψάλλομεν τὸν παρόντα κανόνα,
οὗ ἡ ἀκροστιχὶς ἐκτὸς τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾠδῶν·
Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.

Ποίημα Κασσιανῆς μοναχῆς, Μάρκου ἐπισκόπου Ἱδροῦντος, καὶ Κοσμᾶ μοναχοῦ.

 Ἦχος πλ. β´. Ὁ Εἱρμός.

Ωδὴ η´. Ὁ Εἱρμός.

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Λέλυται ἄχραντος ναός, τὴν πεπτωκυῖαν δὲ συνανίστησι σκηνήν· Ἀδὰμ γάρ τῷ προτέρῳ δεύτερος, ὁ ἐν ὑψίστοις οἰκῶν, κατῆλθεν μέχρις ᾍδου ταμείων· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Πέπαυται τόλμα Μαθητῶν, Ἀριμαθαίας δὲ ἀριστεύει Ἰωσήφ· νεκρὸν γὰρ καὶ γυμνὸν θεώμενος, τὸν ἐπὶ πάντων Θεόν, αἰτεῖται, καὶ κηδεύει κραυγάζων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν.

Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος! ὢ ἀφράστου ἀνοχῆς! ἑκὼν γὰρ ὑπὸ γῆς σφραγίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ πλάνος Θεὸς συκοφαντεῖται· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Ἔκστηθι φρίττων οὐρανέ...