Τρίτη, 30 Μαΐου 2017

''Ὁρᾷς εἰς ὅσας ἀτοπίας, ἵνα μή λέγω βλασφημίας, ἐκ τῶν τοιούτων ἐμπίπτομεν συζητήσεων'' (Συμεών ο Νέος Θεολόγος).

Συμεών ο Νέος Θεολόγος


ΒΙΒΛΟΣ ΤΩΝ ΘΕΟΛΟΓΙΚΩΝ






ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ
ΠΡΕΣΒΥΤΕΡΟΥ ΚΑΙ ΗΓΟΥΜΕΝΟΥ
ΜΟΝΗΣ ΤΟΥ ΑΓΙΟΥ ΜΑΜΑΝΤΟΣ ΤΗΣ ΞΗΡΟΚΕΡΚΟΥ.

ΘΕΟΛΟΓΙΚΟΣ ΠΡΩΤΟΣ (13) 
Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός. 
Τό περί Θεοῦ λέγειν ἤ φθέγγεσθαι καί τά κατ᾿ αὐτόν ἐρευνᾶν καί τά ἀνέκφορα ποιεῖν ἔκφορα καί τά πᾶσιν ἀκατάληπτα ὡς καταληπτά ὑπεμφαίνειν τολμηρᾶς ἄν εἴη καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα. Καί τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ᾿ ἑαυτῶν τι λέγειν τολμῶσι μόνον περί Θεοῦ, ἀλλά καί ὅσοι τά πρός αἱρετικούς πάλαι λαληθέντα παρά τῶν θεσπεσίων θεολόγων καί γραφῇ παραδοθέντα ἀποστηθίζουσί τε καί πολυπραγμονοῦσιν, οὐχ ἵνα πνευματικήν τινά ὠφέλειαν καρπώσωνται, ἀλλ᾿ ἵνα θαυμάζωνται παρά τῶν ἀκουόντων ἐν πότοις καί συνεδρίοις καί θεολόγοι ἐπιφημίζωνται· ὅ καί μᾶλλον λυπεῖ με καί ἐν ἀδημονίᾳ ποιεῖ, ἐννοοῦντα τό φρικτόν τοῦ ἐγχειρήματος καί τό τοῖς τολμητίαις ἀποκείμενον κρῖμα. Οἷα δέ φασι τῶν θείων κατατολμῶντες! Κατά τοῦτο, φησί, μόνον μείζων ὁ Πατήρ τοῦ Υἱοῦ, καθ᾿ ὅ αἴτιός ἐστι τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Καί ἡ ἀνθυποφορά· μείζονα τοῦ Υἱοῦ τόν Πατέρα πῶς (14) φῄς; Ὅτι δή, φησί, μείζων ὁ Πατήρ τοῦ Υἱοῦ - λέγω δέ ἀντί τοῦ πρῶτος -· ἐκ τοῦ Πατρός γάρ. Ταῦτα τῆς καινῆς κενοφωνίας αὐτῶν καί ἀσυνέτου θεολογίας, τήν αἰτίαν δι᾿ ἥν ταῦτα πρός τῶν θεολόγων ἐλέχθησαν πρός αἱρετικούς ἀγνοούντων· τήν γάρ δύναμιν τῶν γεγραμμένων νοῆσαι μή ἱκανῶς ἔχοντες, κενεμβατοῦσιν καί ἅ λέγουσιν ὡς βέβαια καί ἀληθῆ καί οὕτως ἔχοντα διαβεβαιοῦνται. Πρός οὕς εἰκότως οὐκ ἀφ᾿ ἑαυτῶν, ἀλλ᾿ ἐκ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν μυσταγωγούμενοι, τῷ ὑπηχοῦντι ἄνωθεν πειθόμενοι Πνεύματι, εἴπωμεν ὧδε.
Εἰ ἀδιαίρετος ἦν, ὦ οὗτοι, καί ἔστι καί ἔσται ἀεί ἡ παναγία Τριάς, ἡ τό πᾶν ἐκ τοῦ μή ὄντος παραγαγοῦσα, τίς ἐδίδαξε, τίς ἐνενόησε μέτρα καί βαθμούς, πρῶτον καί δεύτερον, μεῖζον καί ἔλαττον ἐν αὐτῇ; Τίς τοῖς ἀθεάτοις καί ἀγνώστοις καί πάντῃ ἀνερμηνεύτοις καί ἀκατανοήτοις ταῦτα ἐξέθετο; Τά γάρ ἀεί ἡνωμένα καί ἀεί ὡσαύτως ὄντα, ἀλλήλων πρῶτα εἶναι οὐ δύνανται. Εἰ δέ πρῶτον βούλει σύ τόν Πατέρα εἰπεῖν τοῦ Υἱοῦ, ὡς ἐξ αὐτοῦ γεννηθέντος, καί κατά τοῦτο μᾶλλον καί μείζονα, λέγω σοι κἀγώ πρῶτον εἶναι τοῦ Πατρός τόν Υἱόν· εἰ μή γάρ οὗτος ἐγεννήθη, οὐκ ἄν πατήρ ὁ Πατήρ ὠνομάζετο. Εἰ δέ προτάσσεις ὅλως τοῦ Υἱοῦ τόν Πατέρα καί πρῶτον αὐτόν ὡς αἴτιον τῆς τοῦ Υἱοῦ γεννήσεως ὀνομάζεις, καί τό εἶναι τοῦ Υἱοῦ αἴτιον ἀποβάλλομαι.
Ὑπόνοιαν γάρ παρέχεις ὅτι οὐκ ἦν ὁ Υἱός πρό τοῦ γεννηθῆναι, καί θέλων ἐγεννήθη ἤ μή θέλων, καί θέλοντος τοῦ Πατρός ἤ μή θέλοντος, καί ἔγνω ὅτι ἐγεννήθη καί πῶς ἤ οὐδαμῶς.
Ὁρᾷς εἰς ὅσας ἀτοπίας, ἵνα μή λέγω βλασφημίας, ἐκ τῶν τοιούτων ἐμπίπτομεν συζητήσεων.
Ἤ τοίνυν τό πρῶτον λέγειν τοῦ Υἱοῦ τόν Πατέρα ἀπόδραθι, καί τηνικαῦτα τό αἴτιον λέγειν σε τόν Πατέρα δεξόμεθα, ἤ τοῦτό σου λέγοντος, (15) τόν λόγον οἰκονομοῦντες ἐν κρίσει, τό γε νῦν ἔχον καί αὐτό παραιτούμεθα· τά γάρ ἀεί, ὥσπερ εἴρηται, ἡνωμένα καί ἀεί ὡσαύτως ὄντα ἀλλήλων αἴτια εἶναι οὐ δύνανται. Μή δή ἐννοήσῃς προϋπάρξαι ποτέ τοῦ Υἱοῦ τόν Πατέρα καί οὔτε πρῶτον οὔτε μείζονα καλέσεις αὐτόν τοῦ Υἱοῦ· τό γάρ προϋπάρξαν πρῶτον ἄν κληθήσεται τοῦ ἐξ αὐτοῦ γεννηθέντος ἤ προελθόντος ἤ ποιηθέντος, ὁ δέ μήτε προών, μήτε ποτέ γεγονώς ἤ γενόμενος πρῶτος τοῦ συναϊδίου καί συνανάρχου Υἱοῦ, ἀλλ᾿ ὅλος ὤν ἐν ὅλῳ τῷ ὁμοτίμῳ Υἱῷ, ὡς καί ὁ Υἱός ἐν ὅλῳ τῷ ὁμοουσίῳ Πατρί, πῶς πρῶτος τοῦ συναϊδίου κληθήσεται; Εἰ δέ αἴτιον λέγεις τοῦ Υἱοῦ τόν Πατέρα, φημί κἀγώ, εἰ μή που ὑπόνοιαν ἐμποιεῖς ὅτι ἦν ποτε ὁ Θεός μόνος, ὅτε οὐκ ἦν Υἱός, καί ὅτι ἐγέννησεν αὐτόν ὕστερον αἴτιος γενόμενος τῆς αὐτοῦ ὑπάρξεως, ὅπερ σε πόρρω τοῦ Θεοῦ καί τῆς ἀληθείας ἀπάγει, ὡς ἀσεβοῦντα, καί μετά τῶν λεγόντων ἀσεβῶν τόν Υἱόν ὑπό τοῦ Πατρός γεγενῆσθαι ποιεῖ· τοῦτο γάρ καί τό μόνον ἐννοῆσαι πάσης ἀθεότητος καί ἀσεβείας ἐστίν.
Αἴτιον γάρ τοῦ γεννωμένου υἱοῦ τόν πατέρα εἶναι ἐπί τῆς σωματικῆς γεννήσεως λέγομεν· ἐπί δέ τῆς θείας καί ἀνυπάρκτου ὑπάρξεως καί ἀγεννήτου γεννήσεως καί ἀνυποστάτου ὑποστάσεως καί ὑπερουσίου οὐσιώσεως, ἤ τί ἕτερον εἴπω οὐκ οἶδα, ὁ πρῶτον λέγων ἀνάγκη καί δεύτερον ὀνομάσαι καί τρίτον, ὅπερ ἐν τῇ παναγίᾳ Τριάδι ἔμφασιν ὅλως οὐκ ἔχει λέγεσθαι. Τό γάρ μετρεῖν τά ἀμέτρητα καί τά ἄρρητα λέγειν καί τά ἄφθεγκτα φθέγγεσθαι ἐπισφαλές ὑπάρχει καί ἐπικίνδυνον. Τοιγαροῦν καί ἐπί τῆς ἀρρήτου καί θείας τοῦ Θεοῦ Λόγου γεννήσεως αἴτιον μέν τοῦ Υἱοῦ λέγομεν τόν Πατέρα, ὡς νοῦν λόγου καί πηγήν ῥεύματος καί ῥίζαν τῶν κλάδων αὐτῆς, πρῶτον δέ οὐδαμῶς, ἵνα μή τόν ἀριθμόν πλεονάσωμεν, εἰς τρεῖς θεούς τήν ἀδιαίρετον καί μίαν θεότητα διαιροῦντες. Οὔτε γάρ πρῶτον, οὔτε δεύτερον, οὔτε τρίτον, οὐ μεῖζον, οὐκ ἔλασσον, (16) ἔστιν ἐννοῆσαι ἤ εἰπεῖν ἐν τῇ ἀδιαιρέτῳ καί ἀσυγχύτῳ Τριάδι· ἄφθεγκτα γάρ πάντῃ καί ἄρρητα καί ἀκατανόητα τά τῆς θείας καί ὑπερουσίου φύσεως καί ἀνθρωπίνῳ νοΐ ἀκατάληπτα. Εἰ βούλει δέ καί ἄλλως γυμνάσαι τόν λόγον καί μαθεῖν ὡς ἀκατάληπτός ἐστιν ὁ ἐκ τοῦ μή ὄντος τό πᾶν οὐσιώσας Θεός, κἄν τό Πνεῦμα προτάξῃς, εἴ γε καί οὕτως θεολογεῖν ἔξεστι, τοῦ Υἱοῦ καί τοῦ Πατρός, ὅλην ἐν αὐτῷ εὑρήσεις καί τῶν συναϊδίων ὡς ὁμοουσίων τήν συμφυΐαν. Καί ὅρα ὡς ἀκατάληπτα τά τῆς θείας φύσεως τοῖς ἀνθρώποις ἡμῖν. “Πνεῦμα, φησίν, ὁ Θεός” καί πάλιν· “Τό δέ πνεῦμα ὁ Κύριός ἐστιν”. Εἰ οὖν πνεῦμα “Θεός καί τό πνεῦμα ὁ Κύριός ἐστι, ποῦ ἡ πατρότης ἐνταῦθα καί ἡ υἱότης, ἵνα καί πρῶτον καί μεῖζόν μοι ἐν τῇ θείᾳ καί ἀκαταλήπτῳ φύσει, ὦ σύ, καινέ θεολόγε, διδῷς καί λέγῃς καί ἀριθμῇς.
Ἰωάννης “Ἐν ἀρχῇ ἦν ὁ Λόγος” ἔφη θεολογῶν, καί οὐχ ὁ Πατήρ. Σύ δέ, καί τούτου βαθύτερα ὑπό τῆς αὐτοσοφίας, Ἰησοῦ, μυσταγωγηθείς, δίδως ἡμῖν καί τῷ κόσμῳ παντί τό πρῶτον ἐν τῷ Πατρί, ἵνα καί δεύτερον τούτου τόν Υἱόν ἀποδείξῃς καί τρίτον αὖθις τό Πνεῦμα τό Ἅγιον, κηρύσσων ἡμῖν ὡς ἄλλος τις θεολόγος τοῦ πρώην βαθύτερός τε καί τῷ Υἱῷ τοῦ Θεοῦ οἰκειότερος ἕτερον εὐαγγέλιον; Τῆς βλασφημίας! Πῶς, εἰπέ, ὁ τήν τριθεΐαν ἡμῖν δογματίζων ὑπούλως, οὐκ εἶπεν ἡ θεολόγος φωνή, ὁ ἐπιστήθιος τοῦ Χριστοῦ· “Ἐν ἀρχῇ ἦν ὁ Πατήρ”, ἀλλ᾿ “Ἐν ἀρχῇ ἦν ὁ Λόγος”; Διά τί δέ οὐκ εἶπεν ὁ Υἱός, ἀλλ᾿ ὁ Λόγος, ἤ ἵνα διδάξῃ ἡμᾶς ὅτι οὔτε Υἱός ἀπό τινος ἐγνωρίζετο πρό τοῦ κατελθεῖν καί σαρκωθῆναι τόν Θεόν Λόγον, οὔτε Πατήρ ὁ Θεός; Οὐχ ὅτι οὐκ ἦν ἡ τά πάντα παραγαγοῦσα τρισυπόστατος θεότης, ἀλλ᾿ ὅτι οὔπω ἦν γνωρισθέν τό τῆς οἰκονομίας μυστήριον. Μετά γάρ τήν ἐνανθρώπησιν τοῦ Θεοῦ Λόγου καί Πατήρ ὁ Θεός καί Πατήρ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς (17) καί Υἱός Θεοῦ ὁ σαρκωθείς δι᾿ ἡμᾶς Θεός Λόγος κατά τό ὑπό τοῦ Πατρός ἄνωθεν εἰρημένον· φησί γάρ· “Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε”. Καί ὁ Υἱός· “Πάτερ δίκαιε, καί ὁ κόσμος σε οὐκ ἔγνω, ἐγώ δέ σε ἔγνων” καί αὖθις· “Ἐγνώρισά σου τό ὄνομα τοῖς ἀνθρώποις” καί πάλιν· “Πάτερ, δόξασόν σου τόν Υἱόν, ἵνα καί ὁ Υἱός σου δοξάσῃ σε” καί· “Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν”. Εἰ τοίνυν καί μετά τήν σάρκωσιν τοῦ Θεοῦ Λόγου ἕν ὁ Υἱός καί ὁ Πατήρ εἰσι, πολλῷ μᾶλλον πρό τῆς σαρκώσεως.
Καί σκόπει μοι συνετῶς τῶν ῥημάτων τήν δύναμιν. Λέγει γάρ· “Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν” καί προέταξεν ἑαυτόν τοῦ Πατρός. Τί τοῦτο; Ἵνα δείξῃ τό ἐν πᾶσιν ἰσότιμον καί ὁμόδοξον ἑαυτοῦ μετά τοῦ Πατρός καί ὅτι οὔτε “Πατήρ πρῶτος, κἄν αἴτιος τοῦ Υἱοῦ, οὔτε δεύτερος ὁ Υἱός, κἄν ἐκ τοῦ Πατρός, οὔτε τρίτον τό Πνεῦμα τό Ἅγιον, κἄν ἐκ τοῦ Πατρός ἐκπορεύηται. Εἰ γάρ ἕν ἐξ ἀρχῆς ἡ Τριάς καί τοῦτο καλεῖται κατά τάς ὑποστάσεις Τριάς, ἄρα τό ἕν οὔτε ἑαυτοῦ πρῶτον δύναται εἶναι, οὔτε τῶν σύν αὐτῷ ὑποστάσεων· οὐδέ γάρ προϋπέστη τοῦ ἑτέρου τό ἕτερον, ἵνα τό προϋποστάν πρῶτον τοῦ ἐξ αὐτοῦ λάμψαντος γένηται. Μία γάρ θεότης ἡ μία Τριάς καί τοῦτο διά τά πρόσωπα, ὥσπερ εἴρηται, καί τάς ὑποστάσεις καλεῖται· ἐπεί δέ μερίζεται μέν ἀμερίστως, ἥνωται δέ ἀσυγχύτως, μία καλεῖται Τριάς ὁ Θεός, μή προϋπάρξαντος τούτων ἑνός οὐδαμῶς πως, ἤ τοῦ Πατρός αὐτοῦ τοῦ Υἱοῦ, ἤ τοῦ Υἱοῦ αὐτοῦ τοῦ Πατρός, ἤ τῶν ἀμφοτέρων τοῦ Πνεύματος, ἵνα καί πρῶτον τοῦ ἑτέρου τό ἕτερον γένηται· σύνδρομον γάρ τήν ἄναρχον ἔσχον ἀρχήν καί συναΐδιον.
Τοιγαροῦν εἷς Θεός ἡ Τριάς, ἄφραστος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀμέριστος, μήτε νοηθῆναι παρ᾿ ἡμῶν μήτε ῥηθῆναι δυναμένη. Ἵνα δέ μή τῇ μακρᾷ σιωπῇ (18) λήθην Θεοῦ παντελῆ νοσήσωμεν καί ὡς ἄθεοί τινες ἐν τῷ κόσμῳ διάξωμεν, συνεχωρήθη ἡμῖν κατά τό ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει λαλεῖν τά περί Θεοῦ καί τῶν θείων καθώς ἀπό τῶν θείων ἀποστόλων καί τῶν θεοπνεύστων πατέρων ἡμῶν ἐδιδάχθημεν, ὡς ἄν συνεχῆ τήν περί αὐτοῦ μνήμην ἀναλαμβάνοντες δοξάζωμεν τήν αὐτοῦ ἀγαθότητα καί τήν περί ἡμᾶς φιλάνθρωπον οἰκονομίαν αὐτοῦ. Ἡμεῖς δέ, οἱ γῆ καί σποδός, ὥσπερ ἑαυτούς οἱονεί ἀγνοήσαντες εἰς ἀμετρίαν ἐπεκτεινόμενοι, τά ἀγγέλοις καί πάσαις ταῖς οὐρανίαις δυνάμεσιν ἀκατάληπτα καί ἀνέκφορα ἐξερευνᾶν καί πολυπραγμονεῖν, νοεῖν τε καί ἐπινοεῖν καί ἀναπλάττειν οὐ φρίττομεν, ἀλλ᾿ ὡς ἄπιστοί τινες καί πάντῃ τῶν τοῦ Χριστοῦ μυστηρίων ἀμύητοι οὕτω καί φρονοῦμεν καί ἀφειδῶς λαλοῦμεν ἀναισχύντῳ ψυχῇ τά περί Θεοῦ.
Εἰπέ οὖν μοι, ὦ οὗτος, ὁ τά τῆς θείας φύσεως μή φειδόμενος ἐρευνᾶν· πιστεύεις ὅτι ἐστί Θεός τρισυπόστατος, ἄναρχος, ἄκτιστος, ἀκατάληπτος, ἀνεξιχνίαστος, ἀόρατος, μήτε νῷ καταληπτός, μήτε λόγῳ ῥητός, καί ὅτι ἦν ἀεί ὁ αὐτός, μήτε ἀρχήν ἡμερῶν, μήτε χρόνων ἤ αἰώνων ποτέ ἐσχηκώς, ἀλλά ἀεί ὤν; Ναί, φησίν. Εἰ οὖν τοῦτο πιστεύεις ὅτι ἦν, ὥσπερ καί ἦν, μόνος Θεός ἡ Ἁγία Τριάς, ὅτε δέ ἠβουλήθη, τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς ἐκ τοῦ μή ὄντος εἰς τό εἶναι παρήγαγε καί τάς οὐρανίους πάσας δυνάμεις ἐποίησεν, εἶτα καί τόν ἄνθρωπον τούτων ἁπάντων ἐποίησεν ἔσχατον, καί οὐδέν ἐστιν ἤ τῶν ἐν τῷ οὐρανῷ ἤ τῶν ἐπί τῆς γῆς ἤ τῶν ἐν τοῖς καταχθονίοις ὅ μή παρήχθη καί γέγονεν ἐξ οὐκ ὄντων, μόνος δέ ὁ τούτων ποιητής καί κτίστης Θεός ἄκτιστος, ἄναρχος, καί ἀεί ὤν καί πρό πάντων ὤν, τί καί αὐτός οὐ σιωπῇ καί φόβῳ τόν δημιουργόν προσκυνεῖς, καθά πᾶσαι τῶν οὐρανῶν αἱ δυνάμεις, ἀλλά τό ἑαυτόν ἀφείς ἐπισκέπτεσθαι, (19) τήν ἀκατάληπτον αὐτοῦ φύσιν τολμηρᾷ καί αὐθάδει περιεργάζῃ ψυχῇ; Οὐ φρίττεις μή που σκηπτός ἄνωθεν κατελθών παρανάλωμά σε ποιήσει πυρός; Εἰ γάρ ἄκτιστος, ἄναρχος, καί ἀεί καί πρό πάντων ἦν ἡ τρισυπόστατος μονάς ὁ Θεός, πάντα δέ, εἴτε ὁρατά, εἴτε ἀόρατα, εἴτε ἐνσώματα, εἴτε ἀσώματα, εἴτε γινωσκόμενα παρ᾿ ἡμῶν, εἴτε ἀγνοούμενα, διά τῆς ὁμοουσίου καί ἀδιαιρέτου Τριάδος τῆς μιᾶς παρήχθη θεότητος, πῶ, εἰπέ, τά παραχθέντα τόν παραγαγόντα καί τά γεγονότα τόν ἀεί ὄντα, τά κτιστά τόν ἄκτιστον, καί τόν ἄναρχον τά ὕστερον παρ᾿ ἐκείνου λαβόντα τήν ὕπαρξιν, ἐπιγνῶναι τό οἷος καί ὅσος καί ὅπως ἐγεννήθη ὅλως δυνήσονται; Οὐδαμῶς, εἰ μή ὅσον πάντως ὁ ποιητής αὐτός τῶν ποιηθέντων ἑκάστῳ, ὥσπερ δή πνοήν καί ζωήν, ψυχήν τε καί νοῦν καί λόγον χαρίζεται, οὕτω καί τήν περί αὐτοῦ γνῶσιν φιλανθρώπως καί καθ᾿ ὅσον συμφέρει δωρήσεται.
Ἄλλως δέ πῶς εἴποις ἄρα τό ποιηθέν ἐκ Θεοῦ τόν ἑαυτοῦ ποιητήν ἐπιγνῶναι; Ἀμήχανον ἑτέρως τοῦτο γενέσθαι πᾶσι πάντῃ ἀδύνατον. Ἀλλά γάρ καί τό μέτρον τῆς γνώσεως κατά τό μέτρον τῆς πίστεως ἡμῖν τοῖς πιστεύουσιν εἰς αὐτόν δέδωκεν, ὡς ἄν ἡ γνῶσις τήν δίχα γνώσεως πίστιν ἐπιβεβαιώσῃ καί βεβαιωθῇ διά τῆς γνώσεως ὁ τόν λόγον κατηχηθείς καί πιστεύσας ὅτι ἐστί Θεός, εἰς ὅν διά τοῦ λόγου τῆς διδασκαλίας ἐπίστευσεν. Ταύτην οὖν διά ποικίλων καί πολυτρόπων σημείων λαμβάνουσιν οἱ πιστοί, δι᾿ αἰνιγμάτων, δι᾿ ἐσόπτρων, διά μυστικῶν καί ἀνεκφράστων ἐνεργειῶν, διά θείων ἀποκαλύψεων, δι᾿ ἐλλάμψεων ἀμυδρῶν, διά θεωρίας τῶν λόγων τῆς κτίσεως, καί ἑτέρων πολλῶν ἐξ ὧν καθ᾿ ἑκάστην αὔξει ἡ πίστις τῶν τοιούτων καί εἰς ἀγάπην Θεοῦ ἄνεισιν. Οὐ μόνον δέ· ἀλλά γάρ καί πληροφορεῖ αὐτούς ὁ Θεός, ὥσπερ τούς ἀποστόλους, διά τῆς ἀποστολῆς καί παρουσίας τοῦ Ἁγίου Πνεύματος· (20) καί φωτίζονται τελεώτερον καί διδάσκονται διά τοῦ φωτός, ὡς ἄρρητος καί ἀνέκφραστος, ἄκτιστος καί αἰώνιος καί ἀΐδιος καί ἀκατάληπτός ἐστιν ὁ Θεός. Πᾶσαν γάρ γνῶσιν καί ἐπίγνωσιν καί πάντα λόγον σοφίας καί λόγον γνώσεως μυστικωτέρας, πρός δέ καί θαυμάτων ἐνέργειαν καί προφητείας χάριν καί γένη γλωσσῶν καί ἑρμηνείαν γλωσσῶν, ἀντιλήψεις τε καί κυβερνήσεις πόλεων καί λαοῦ, καί ἐπίγνωσιν τῶν μελλόντων ἀγαθῶν, καί τῆς βασιλείας τῶν οὐρανῶν ἐπίτευξιν, υἱοθεσίαν τε καί αὐτό τό ἐνδεδύσθαι Χριστόν καί τό εἰδέναι τά μυστήρια Χριστοῦ καί τό γνῶναι τό περί ἡμᾶς τῆς οἰκονομίας αὐτοῦ μυστήριον καί ἁπαξαπλῶς πάντα, ὅσα μέν οἱ ἄπιστοι ἀγνοοῦσιν, ἡμεῖς δέ, οἱ καταξιωθέντες εἶναι πιστοί, εἰδέναι καί φρονεῖν καί λέγειν δυνάμεθα, διά μόνου τοῦ Πνεύματος ἐκδιδάσκονται.
Ἐκ τούτων οὖν καί τῶν τοιούτων πληροφορούμεθα καί βεβαιούμεθα ὅτι αὐτός ἐστιν ὁ τά πάντα ποιήσας Θεός, ὁ καί παραγαγών ἡμᾶς χοῦν λαβών ἀπό τῆς γῆς, ὁ νοῦν καί λόγον καί ψυχήν νοεράν ἡμῖν χαρισάμενος, ὁ κατ᾿ εἰκόνα καί καθ᾿ ὁμοίωσιν αὐτοῦ ποιήσας ἡμᾶς καί τό σκότος τῆς ἀγνωσίας ἀποδιώξας ἡμῶν· καί αὐτός ἐστιν ὁ τά ὑπέρ ἡμᾶς ἐκ τῶν καθ᾿ ἡμᾶς ἀμυδρῶς πως καταξιώσας ὡς ἐν σκιᾷ ὑποδεῖξαι ἡμῖν ἀφ᾿ ὧν καί ἐμάθομεν, δι᾿ ὧν καί ὁρῶμεν, παρ᾿ ὧν καί πιστεύομεν, ὅτι ὥσπερ τόν νοῦν τόν ἡμέτερον καί τήν ψυχήν καί αὐτόν ἡμῶν τόν ἐνδιάθετον λόγον ἐν τῇ πλάσει τοῦ σώματος ἡμῶν ἅμα παρήγαγε, - τό γάρ εἰπεῖν ὅτι “ἔπλασεν ὁ Θεός τόν ἄνθρωπον, χοῦν λαβών ἀπό τῆς γῆς, καί ἐνεφύσησεν εἰς τό πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς καί ἐγένετο αὐτῷ εἰς ψυχήν ζῶσαν” δείκνυσιν ὅτι συνυπῆρχε τῇ ψυχῇ ὁ νοῦς ἡμῶν καί ὁ λόγος, (21)μή προϋπάρξαντος ἑνός ἐξ αὐτῶν μηδέ προϋποστάντος, ὡς ἕν ὄντων ἅμα τῶν τριῶν καί εἰς ἕν πνεῦμα ζωῆς δοθέντων ἡμῖν - ὥσπερ οὖν ἐν τούτοις οὐ προϋπῆρξεν ἕν οὐδέ προϋπέστη τοῦ ἑτέρου τό ἕτερον, μιᾶς οὐσίας ὄντων καί φύσεως, οὕτως οὐδέ ἐν τῇ ἁγίᾳ καί ὁμοουσίῳ καί ὁμοτίμῳ Τριάδι προϋπῆρξε τοῦ ἑτέρου τό ἕτερον. Οὐδέ γάρ ἔσχε ποτέ ὁ ποιητής τῆς εἰκόνος Θεός, τρισυπόστατος ὤν, προϋποστάν τῶν τριῶν ἕν, ἀλλ᾿ ἅμα τά τρία ἕν, ὁ Θεός, καί τό ἕν ὡσαύτως ἀεί τρία.
Τοῦτο τοιγαροῦν ὁμολογοῦντες πιστεύομεν και πᾶσιν ἄλλοις οἷς οὐ τολμηρόν τά περί Θεοῦ λέγειν καί ἐρευνᾶν διαμαρτυρόμεθα ὅτι ἐστί Θεός τρισυπόστατος, Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, ἡ Ἁγία Τριάς, εἰς ἥν βεβαπτίσμεθα· ὅ ἐκ τῶν εἰς ἡμᾶς γεγενημένων ἐνεργειῶν καί χαρισμάτων τοῦ Πνεύματος καί ἐξ αὐτῶν τῶν ἱερῶν θεσμῶν τε καί εὐαγγελίων ἐβεβαιώθημεν. Πῶς δέ Τριάς ἤ πότε ἤ ὁποία καί ποδαπή, ἡ οὖσα κτίστις τῶν ὅλων, οἱ κτισθέντες οὐκ ἴσμεν ἡμεῖς. Εἰ δέ οὐκ ἴσμεν, ὥσπερ οὐδέ οἴδαμεν, πόσων ἐσμέν σκηπτῶν ἄξιοι, περί ὧν οὐκ οἴδαμεν λέγοντες; Τό γάρ μή ὅν τῶν γεγενημένων ἁπάντων μηδέν, μήτε τῶν ὁρωμένων, μήτε τῶν ἀοράτων, πῶς εἰδέναι δυνάμεθα, ἡμεῖς οἱ ὁρατοί καί κτιστοί, οἱ φθαρτοί, οἱ αἰσθητοί, οἱ τυφλοί καί ἀφώτιστοι; Καί ταῦτα, ὥσπερ τεῖχος μέσον ἡμῶν καί Θεοῦ τῶν ἁμαρτιῶν ἡμῶν προκειμένων καί διειργόντων ἡμᾶς ἀπ᾿ αὐτοῦ, ὅ εἰ μή διά μετανοίας ἀνέλωμεν ἤ καί ὑπερβῶμεν, οὐ μόνον οὐ γνῶναι Θεόν δυνηθῶμεν, ἀλλ᾿ οὐδ᾿ ὅτι ἄνθρωποί ἐσμεν εἰσόμεθα. Τοῦ γάρ φραγμοῦ ἱσταμένου καί χωρίζοντος ἡμᾶς ἀπό τοῦ φωτός, πῶς ἐν σκότει διάγοντες ἑαυτούς καταμαθεῖν ἰσχύσομεν, ἤ ὁποῖοί ἐσμεν καί ποδαποί, ἤ ποῦ καί πόθεν φερόμεθα, ἤ ποῦ ἀπαγόμεθα καί τίνες ἐσμέν ἐν ἀληθείᾳ ἐπιγνωσόμεθα; Εἰ δέ ἡμᾶς αὐτούς ἀγνοοῦμεν, πολλῷ μᾶλλον τόν ὄντα ἀσυγκρίτως ὑπέρ ἡμᾶς. Εἰ γάρ μή ἑαυτούς ἠγνοοῦμεν, (22) οὐκ ἄν τολμηρῶς περί Θεοῦ ἐφθεγγόμεθα· τό γάρ περί Θεοῦ καί τῶν θείων λέγειν ἀφωτίστους ὄντας ἡμᾶς καί κενούς Πνεύματος Ἁγίου, ἄγνοιαν ἡμῶν ἑαυτῶν ἐμφανίζει. Καί εἰκότως· εἰ γάρ ἑαυτούς ἀκριβῶς ἐγινώσκομεν, οὐδέ εἰς οὐρανόν ἀτενίσαι, οὐδέ τό φῶς τοῦ κόσμου τούτου βλέπειν, οὐδέ πατεῖν τήν γῆν αὐτήν ἀξίους ἄν ἡμᾶς ἑαυτούς ἐλογισάμεθα πώποτε, ἀλλ᾿ ὑπό γῆν κατορύξαι προεθυμήθημεν ἄν.
Τί γάρ ἀκαθαρτότερον, εἰπέ μοι, τοῦ μετά οἰήσεως καί ὑπερηφανίας διδάσκειν ἐπιχειροῦντος τά τοῦ Πνεύματος ἄνευ Πνεύματος; Τί μιαρώτερον τοῦ μή μετανοήσαντος καί προκαθάραντος ἑαυτόν, ἀλλά τοῦτο μέν ἀφέντος, διά μόνης δέ τῆς ψευδωνύμου γνώσεως καί τῆς ἔξω σοφίας βουλομένου θεολογεῖν και περί τῶν ὄντων καί ἀεί ὡσαύτως ὄντων τολμηρῶς διαλέγεσθαι; Εἰ γάρ καί μηδέν ἕτερον ἁμαρτήσας ἐστίν, ὅπερ ἀδύνατον, τοῦτο δέ αὐτό μόνον ὑπόδικον κρίσεως αἰωνίου καθίστησι τόν τοιοῦτον, ἐπειδή “ἀκάθαρτος παρά Κυρίῳ πᾶς ὑψηλοκάρδιος”. Εἰς τοσοῦτον γάρ ἀνοίας ἐξώκειλαν τῶν τοιούτων τινές, ὥστε μηδέ λέγειν μηδέ νομίζειν ἡμαρτηκέναι αὐτούς. Τῆς μανίας! Οὐδείς ἀναμάρτητος, εἰ μή εἷς ὁ Θεός· “Πάντες γάρ” φησίν “ἥμαρτον” ὁ θεῖος Ἀπόστολος, “καί ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεάν τῇ αὐτοῦ χάριτι”. Εἰ δέ, κατά τό ὅσιον λόγιον, οὐδείς ἀναμάρτητος εἰ μή εἷς ὁ Θεός καί πάντες ἥμαρτον καί ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, ὁ λέγων μή ἡμαρτηκέναι, ὡς εἰπόντι· “Θήσω τόν θρόνον μου ἐπί τῶν νεφελῶν καί ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ”. Εἰ δέ ἡμαρτηκέναι ὁμολογεῖς, δεῖξόν μοι τήν γνησίαν ὑπέρ τῶν ἡμαρτημένων ἐξομολόγησιν, τήν πρός τόν ἀναδεξάμενόν σου τούς λογισμούς πνευματικόν πατέρα πίστιν εἰλικρινῆ, τήν ὑποταγήν, τήν (23) ἐν τοῖς εὐτελέσιν ἔργοις ὑπακοήν, τήν ἐν τοῖς ὑποδεεστέροις τῶν ἀδελφῶν ὑπηρεσίαν, τήν ἐν τοῖς ἀσθενοῦσι διακονίαν, ἔτι δέ τήν ἀπό ψυχῆς ταπείνωσιν, τό ἀσχημάτιστον, τό ἄπλαστον καί ἀνυπόκριτον ἦθος. Καί εἰ ἐνδιαθέτῳ γνώμῃ ψυχῆς ὑποκάτω πάντων ἑαυτόν ἔσχες, ὅθεν ἡ διηνεκής κατάνυξις καί τά χαροποιά δάκρυα τίκτονται, ἀφ᾿ ὧν καί δι᾿ ὧν ἡ κάθαρσις ἐπιγίνεται τῆς ψυχῆς τῷ σπουδαίῳ καί ἡ τῶν τοῦ Θεοῦ μυστηρίων ἐπίγνωσις, καί τότε λάλει περί θείων καί ἀνθρωπίνων πραγμάτων, κἀγώ σου τῶν λόγων γνωρίσω τήν δύναμιν.
Ὁ γάρ καρπός καί τό ἔργον τῆς μετανοίας ταῦτά εἰσιν, ἅ τήν μέν ἄγνοιαν ἀποδιώκουσι, τήν δέ γνῶσιν ὁμοῦ προστιθέασι· γνῶσιν δέ λέγω τήν περί ἡμᾶς πρῶτον καί τῶν καθ᾿ ἡμᾶς, ἔπειτα τῶν ὑπέρ ἡμᾶς καί τῶν θείων τῶν τοῖς ἀμετανοήτοις ἀθεάτων καί ἀγνώστων μυστηρίων, φημί δή τῆς καθ᾿ ἡμᾶς πίστεως, ἥν οὐδείς ἄν πλουτήσῃ πρό τῆς ἐργασίας τῶν εἰρημένων, εἰ καί πᾶσαν ἐγκύκλιον διέλθοι φιλοσοφίαν· εἰ δέ μή ταύτης ἐν μετοχῇ γένηται πλουσίᾳ ἐν σκότει βαθυτάτῳ διάξει τῆς ἀγνωσίας τόν τῆς ζωῆς αὐτοῦ χρόνον. Εἰ γάρ καί ἐν γράμμασι κεῖνται καί παρά πάντων τά θεῖα καί περί τῶν θείων πᾶσιν ἀναγινώσκονται, ἀλλά μόνοις ἐκείνοις ταῦτα ἀποκαλύπτονται τοῖς θερμῶς μετανοήσασι καί διά τῆς εἰλικρινοῦς μετανίας καλῶς καθαρθεῖσι, καί τοσοῦτον, καθ᾿ ὅσον ἡ ἀναλογία καί τό μέτρον ὑπάρχει τῆς αὐτῶν μετανοίας ὁμοῦ καί καθάρσεως· οἷς καί φανεροῦνται τά βάθη τοῦ Πνεύματος καί ἀφ᾿ ὧν ὁ λόγος πηγάζει τῆς τοῦ Θεοῦ σοφίας καί γνώσεως, ὡς ποταμός πολύρρους κατακλύζων τάς φρένας τῶν ἐναντίων. Τοῖς δέ γε ἄλλοις ἅπασιν ἄγνωστα καί κεκρυμμένα ὑπάρχει καί μηδόλως ἀναπτυσσόμενα ὑπό τοῦ διανοίγοντος τόν νοῦν τῶν πιστῶν εἰς τό συνιέναι τάς γραφάς. Καί εἰκότως· “Τό γάρ μυστήριόν μου, (24) φησίν, ἐμοί καί τοῖς ἐμοῖς”. Τοίνυν καί δοκοῦσι βλέπειν μή βλέποντες οἱ τοιοῦτοι καί ἀκούειν μηδόλως ἀκούοντες καί συνιέναι ἀσύνετοι ὄντες, αἴσθησιν τῶν ἀναγινωσκομένων λαβεῖν μή δυνάμενοι. Καί καθάπερ ἕκαστος τῶν ἀπίστων φρονεῖν οἴεται μή φρονῶν, καί εἰδέναι τι δοκεῖ μηδέν ὅλως εἰδώς, - εἴ τι γάρ καί οἶδε, κακῶς οἶδεν, ὅ καί χεῖρον πάσης ἀγνωσίας ἐστίν – οὕτως, οἶμαι, καί οὗτοι. Δοκοῦντες γάρ εἶναι σοφοί, μωροί τῷ ὄντι γεγόνασιν, ὥσπερ ἐξεστηκότες καί ἔκφρονες τάς ἑαυτῶν ἡμέρας οἱ δυστυχεῖς διερχόμενοι καί μηδέν τῶν τοῦ Χριστοῦ μυστηρίων εἰδότες, ὡς δεῖ· ὧν τῆς οἰήσεως καί ὑπερηφανίας ῥύσαιτο ἡμᾶς ὁ Θεός Ἰσραήλ καί μιμητάς γενέσθαι τῆς αὐτοῦ ταπεινώσεως ἀξιώσοι.
Ταύτης οὖν τῆς ὁδοῦ, φημί δή τῆς μακαρίας ταπεινοφροσύνης, ὁ παρεκλίνων καί ἔξω που, δεξιά τυχόν ἤ ἀριστερά, βαδίζων καί προευόμενος καί τοῖς ἴχνεσι τοῦ Ἰησοῦ καί Θεοῦ μή καταδεχόμενος ἕπεσθαι, πῶς εἰς τόν νυμφῶνα αὐτοῦ σύν αὐτῷ εἰσελεύσεται; Μή θεασάμενος δέ ταύτην, πῶς τά κατ᾿ αὐτήν ἤ τά περί αὐτήν ἄλλοις ἐκδιηγήσεται; Πῶς περί ὧν οὐκ οἶδε καί οὐκ ἐθεάσατο πώποτε εἰπεῖν καθόλου τολμήσειεν; Εἰ δ᾿ ἐπιχειρήσειε περί τοιούτων καί τηλικούτων διδάσκειν, ἆρα τοῦ τοιούτου ἀνθρώπου ἔστιν ἐπί τῆς γῆς ἀφρονέστερος; Ἆρα οὐχί καί αὐτῶν τῶν τετραπόδων κτηνῶν ἀλογώτερος ἔσται καί παντάπασι κτηνωδέστερος; Πάντα γάρ, ὡς ὁρᾶται, τά ἄλογα ζῷα τήν ἑαυτῶν φυλάττει καί φύσιν καί τάξιν, καί τούς ἰδίους ὅρους ἕκαστον αὐτῶν οὐχ ὑπερβαίνει ποτέ. Οὗτος δέ ὁ χειρί Θεοῦ πλασθείς, ὁ λόγῳ καί αὐτεξουσιότητι παρ᾿ αὐτοῦ τιμηθείς, οὐκ εἰς δέον ἐχρήσατο τῇ ἀξίᾳ, οὐδέ τήν ἰδίαν ἐπέγνω ἀσθένειαν, οὐδέ ἐνέμεινεν ἐν τοῖς ὑπό τοῦ Θεοῦ ἐντεθεῖσι τῇ φύσει αὐτοῦ ἀγαθοῖς, οὐδέ ἐντός τῶν ἰδίων ὅρων ἔστη (25) ἤ τά ἑαυτοῦ συνῆκεν· ἀλλ᾿ ὡς ὁ Ἑωσφόρος ἤ καί ὁ Ἀδάμ ὕστερον, ὁ μέν ἄγγελος ὤν, ὁ δέ ἄνθρωπος, κατεπαρθέντες τοῦ ποιητοῦ, θεοί γενέσθαι προεθυμήθησαν, οὕτως οἴμοι καί οὗτος, τούς ὅρους τῆς ἰδίας φύσεως ὑπερβάς καί τῶν ὑπέρ αὐτόν ἐπιθυμήσας καί φαντασθείς, οὐ διά ταπεινώσεως καί χριστομιμήτου πολιτείας πρός ὕψος πνευματικῆς γνώσεως ἀνελθεῖν ἠβουλήθη, ἀλλά διά ὑπερηφανίας καί ἐπάρσεως· οἱονεί πλίνθους τῆς ψευδωνύμου γνώσεως ἄλλοθεν ἄλλους συλλέξας καί δι᾿ ἐπιμόνου μελέτης ἐξοπτήσας αὐτούς, διά φιλοδοξίας τε καί ἀνθρωπαρεσκείας μετά οἰήσεως οἰκοδομήσας αὐτούς, πύργον θεολογίας καί πνευματικῆς γνώσεως κτήσασθαι προσεδόκησε· πρός δέ, καί εἰς οὐρανούς ἤ καί ὑπέρ τούς οὐρανούς εἶναι οἰόμενος καί ὑπεράνω αὐτῶν ἵστασθαι φανταζόμενος, περί τοῦ ποιήσαντος τόν οὐρανόν καί τήν γῆν καί πάντα τά ἐν αὐτοῖς διαλέγεται. Τόν τοιοῦτον οὖν τίς ἄρα καλέσειεν ἄνθρωπον, ἤ τῶν κτηνῶν αὐτῶν ἴσον ἤ ὅλως αἴσθησιν ἔχοντα; Εἰ γάρ ὁ κατ᾿ εἰκόνα Θεοῦ πλασθείς ἄνθρωπος καί καταξιωθείς ἰσαγγέλου καί ἀθανάτου ζωῆς, διά μιᾶς ἐντολῆς Θεοῦ παράβασιν οὐ μόνον τῆς ἀγγελικῆς ἐκείνης διαγωγῆς, ἀλλά καί τῆς αἰωνίου ζωῆς, δικαίως ἀπεστερήθη, θανάτῳ καί φθορᾷ καί κατάρᾳ καταδικασθείς, τί πείσονται ἄρα οἱ ἐξ αὐτοῦ γεννώμενοι ἅπαντες καί ἔτι τοῦ χοϊκοῦ τήν εἰκόνα φοροῦντες καί θεολογεῖν ἀνάγνως ἐπιχειροῦντες;
Ἀλλά γάρ εἰπέ μοι, πᾶς τις ὁ περί Θεοῦ και τῶν θείων μή διδάσκεσθαι, ἀλλά διδάσκειν ἐπιχειρῶν, εἰ ἐκ τοῦ ᾅδου πρῶτον ἀνῆλθες καί πρός τῇ γῇ γέγονας, καί πῶς τοῦτό σοι παθεῖν ἐξεγένετο, καί διά ποίων τῶν ἐπιστηριγμάτων καί ἐπιβάσεων, διά τίνων δέ καί ὁποίων τῶν συνεργησάντων καί βοηθησάντων πρός τήν ἀνάβασιν. Ἀνελθών δέ ὀδωδώς καί βρύων φθοράν, μᾶλλον δέ ὑπό τοῦ θανάτου (26) κρατούμενος καί νεκρός ὤν ἔτι, πῶς ἔζησας καί ἰσχυρότερος γέγονας τοῦ θανάτου καί τάς ἐκείνου χεῖρας διαδρᾶναι ἐξίσχυσας; Φράσον οὖν ἡμῖν καί εἶθ᾿ οὕτως ἐρεῖς πάντως καί πῶς μετά τό ἀνελθεῖν ἐκ τοῦ ᾅδου καί ἐπιβῆναι τῇ γῇ τῆς τε φθορᾶς ἀπηλλάγης καί τῆς κατάρας ἠλευθερώθης. Εἶτα διδάξεις ἡμᾶς πῶς πάλιν ἀνήχθης ἀπό τῆς γῆς, ποίαις χρησάμενος βαθμίσι, ποίοις πτεροῖς πετασθείς ὑψώθης πρός οὐρανούς, ποίου ἅρματος ἐπιβάς, ἐν σώματι ὤν χωρίς σώματος, ὑπερέβης αὐτούς, ποία σε νεφέλη ὑπέλαβε. Δεῖξον ἡμῖν ταῦτα καί δίδαξον ὑπέρ τῶν τοιούτων ἡμᾶς καί τότε δεξόμεθά σε περί Θεοῦ μετρίως πως καί μετά φόβου καί τρόμου λέγοντα. Εἰ δέ χωρίς τῶν εἰρημένων τούτων, τῶν ἀεί μυστικῶς γινομένων ἐν τοῖς εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος ἀναδεδραμηκόσι Χριστοῦ, και πρό τῆς πράξεως τῶν ἐντεταλμένων ὑπό Θεοῦ φθέγξασθαι τολμηρῶς ἐπιχειρήσεις, ὡς μαινόμενον καί ἔκφρονα καί δαιμονῶντά σε ἀποστραφησόμεθα, ἐπειδή οὔτε Ἠλίας ἄνευ τοῦ φλογεροῦ ἅρματος ἐκείνου σωματικῶς πρός οὐρανόν ἤρθη, οὔτε ὁ Δεσπότης ἡμῶν καί Θεός ἄνευ τῆς ὑπολαβούσης αὐτόν νεφέλης τοῦ Πνεύματος.
Καίτοι καί τόν Ἠλίαν αὐτόν δίχα τοῦ ὀφθέντος ἅρματος, ὥσπερ τόν Ἐνώχ, μεταθεῖναι ἀπό τῆς γῆς εἰς οὐρανόν ἴσχυε καί αὐτός πάλιν ὁ Δεσπότης ἄνευ νεφέλης καί τῶν συνεπομένων ἀγγέλων εἰς οὐρανούς ἀνελθεῖν ἠδύνατο, ἀλλά τοῦτο οὐ ποιεῖ. Τί τοῦτο; Ἵνα διδάξῃ ἡμᾶς ὅτι καί ὁ νοῦς ἡμῶν δέεταί τινος πάντως τοῦ ἀναφέροντος αὐτόν εἰς τόν οὐρανόν καί τά ἐκεῖσε θεάματα ὑποδεικνύοντος αὐτῷ καί τά μυστήρια τοῦ Θεοῦ ἐκκαλύπτοντος· ὡς γάρ οὐκ ἐνδέχεται ἄνευ πτερύγων εἰς ὕψος πετασθῆναι πτηνόν, οὕτως οὐδέ νοῦν ἀνθρώπου ἀναβῆναι (27) πρός τά ἐξ ὧν ἐξέπεσεν, εἰ μή τόν προάγοντα καί ἀναφέροντα αὐτόν σχῇ. Ἄλλως δέ καί ἵνα δι᾿ αὐτῶν τῶν ἔργων πιστώσηται τήν τοῦ δούλου καί τήν ἰδίαν ὁ Δεσπότης ἀνάληψιν καί εἰς οὐρανούς ἄνοδον καί διδάξῃ ἡμᾶς μή λόγοις μόνοις ἐξαπατᾶσθαι καί πάντα ἄνθρωπον πιστεύειν πνευματικόν ἑαυτόν εἶναι λέγοντα, ἀλλά ἀπό τοῦ βίου καί τῶν πράξεων αὐτοῦ πρότερον βεβαιουμένους, καί μάλιστα ἐάν ταῖς τοῦ Κυρίου καί τῶν ἀποστόλων καί τῶν ἁγίων πατέρων διδασκαλίαις συνᾴδωσιν οἱ λόγοι αὐτοῦ καί αἱ πράξεις, καί τηνικαῦτα προσδέχεσθαι καί ἀκούειν τούς λόγους αὐτοῦ ὡς λόγους Χριστοῦ· εἰ δ᾿ οὖν, ἀλλ᾿ εἰ καί νεκρούς ἀνιστᾷ, κἄν μυρία ἄλλα θαύματα ἐπιδείκνυται, ὡς δαίμονα αὐτόν ἀποστρέφεσθαι καί μισεῖν, καί μάλιστα ὅταν νουθετούμενον μή καταδεχόμενον ὁρῶμεν μεταθεῖναι τό ἴδιον φρόνημα, ἐλλ᾿ ἔτι ἐμμένοντα τῇ πεπλανημένῃ γνώσει αὐτοῦ καί εἰς οὐρανούς οἰόμενον τό πολίτευμα καί τήν διαγωγήν ἔχειν.
Οὕτω γάρ ἄνωθεν ὑπό τῶν ἀποστόλων Χριστοῦ καί τῶν θεσπεσίων πατέρων ἡμῶν τῆς θεοπνεύστου μυσταγωγηθέντες διδασκαλίας, ἀποτρεπόμεθα τάς διακένους τῶν εἰς μηδέν ἕτερον εὐκαιρούντων, ἤ εἰς τό περιεργάζεσθαι καί πολυπραγμονεῖν τά καί ἀγγέλοις ἀνέφικτα, κενοφωνίας· κρατοῦμεν δέ τήν ὁμολογίαν ἡμῶν τῆς πίστεως ἀσινῆ καί ἀκράδαντον, ἥν ἄνωθεν παρ᾿ αὐτῶν παρελάβομεν, τήν ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι τῆς μιᾶς θεότητος καί ἀσυγχύτου καί ἀδιαιρέτου Τριάδος, ἐν ᾗ βεβαπτίσμεθα, δι᾿ ἧς καί ζῶμεν κάι γινώσκομεν καί νοοῦμεν, ὑφ᾿ ἥν καί ἐσμεν καί εἰς αἰῶνας αἰώνων ἐσόμεθα, ὡς ἐξ αὐτῆς ἐσχηκότες τό εἶναι καί τό εὖ εἶναι τῆς τό πᾶν ἐξ οὐκ ὄντων παραγαγούσης σοφίᾳ, μεθ᾿ ἧς καί μετασταίημεν τῶν ἐνταῦθα εἰς γαληνούς λιμένας ζωῆς ἀκηράτου, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία καί ὁ χῶρος (28) τῶν ἑορταζόντων ἐν Πνεύματι, ᾗ πρέπει πᾶσα δόξα, τιμή καί προσκύνησις, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.


ΘΕΟΛΟΓΙΚΟΣ ΔΕΥΤΕΡΟΣ (29) 
Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος. 
Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ᾿ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· “Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό”. Τοίνυν καί ὁ γενέσθαι τοιοῦτος ἀξιωθείς ἀπό τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καί οἱονεί ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τήν περί Θεοῦ ἔννοιαν ἔχειν διά παντός ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται δέ καί κατά τήν ἀποστολικήν ὑποθήκην πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντί εὐχαριστεῖν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, κἄν εἴτε ἐσθίῃ, κἄν εἴτε πίνῃ, ὑπό τοῦ ἄρτου δηλαδή τῆς ζωῆς διηνεκῶς τρεφόμενός τε καί δυναμούμενος. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορε καί ἐγρηγορότος οὐδέποτε τοῦ Θεοῦ καθ᾿ οἱονδήποτε τρόπον χωρίζεται· καί τοῦτο δηλῶν ὁ Ἀπόστολος λέγει· “Ὁ κολλώμενος τῇ γυναικί ἕν σῶμά ἐστι καί ὁ κολλώμενος τῷ Κυρίῳ ἕν πνεῦμά ἐστι”. “Πνεῦμα γάρ ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι ( 30) καί ἀληθείᾳ δεῖ προσκυνεῖν”. Τοιγαροῦν καί ὁ οὕτω συναφθείς πενυματικῶς τῷ Θεῷ, ὥστε ἕν πνεῦμα γενέσθαι μετ᾿ αὐτοῦ, ἁμαρτάνειν οὐ δύναται· φησί γάρ ἡ θεολόγος φωνή· “Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱός τοῦ Θεοῦ, ἵνα τάς ἁμαρτίας ἡμῶν ἄρῃ καί ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι· πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν οὐδέ ἔγνωκεν αὐτόν”. Καί πάλιν· “Πᾶς ὁ γεγενημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καί οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ Θεοῦ γεγέννηται”.
Εἰ οὖν πᾶς ὁ ἁμαρτάνων τόν Θεόν οὐχ ἑώρακεν οὐδέ ἔγνωκεν αὐτόν, ὁ δέ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τέκνον χρηματίζων αὐτοῦ, θαυμάζειν μοι ἔπεισιν ἐπί τούς πολλούς τῶν ἀνθρώπων, οἵ πρό τοῦ γεννηθῆναι ἐκ τοῦ Θεοῦ καί τέκνα χρηματίσαι αὐτοῦ θεολογεῖν καί περί Θεοῦ λέγειν οὐ φρίττουσι. Διά δή τοῦτο καί ὅταν περί θείων καί ἀνεφίκτων πραγμάτων ἀκούω τούτων τινάς φιλοσοφοῦντας καί ἀνάγνως θεολογοῦντας καί τά περί Θεοῦ καί τά κατ᾿ αὐτόν ἐξηγουμένους ἄνευ τοῦ συνετίζοντος Πνεύματος, φρίττει μου τό πνεῦμα καί οἱονεί ἔξω ἐμαυτοῦ γίνομαι, ἀναλογιζόμενος καί σκοπῶν τό πᾶσιν ἀκατάληπτον τῆς θεότητος καί ὅπως, τά ἐν ποσίν ἀγνοοῦντες καί αὐτούς ἡμᾶς, περί τῶν ἀνεφίκτων ἡμῖν ἀφοβίᾳ Θεοῦ καί τόλμῃ φιλοσοφεῖν προθυμούμεθα, καί ταῦτα κενοί Πνεύματος ὄντες τοῦ ταῦτα φωτίζοντος ἤ καί ἀναπτύσσοντος καί αὐτό τοῦτο τό περί Θεοῦ λέγειν τι ἁμαρτάνοντες. Εἰ γάρ τό γνῶναι μόνον ἕκαστον ἑαυτόν χαλεπόν καί κομιδῇ ὀλίγοις φιλοσοφούμενον, μικροῦ δέ οὐδ᾿ ὀλίγοις ἐν τῷ καιρῷ τούτῳ καί τῇ γενεᾷ ταύτῃ, ἡνίκα καί ὁ τῆς φιλοσοφίας ἔρως ἐσβέσθη τῇ βιαίᾳ φορᾷ καί ἀντιπνεύσει τῆς κατασχούσης ἡμᾶς ἀμελείας καί τῶν πραγμάτων τοῦ βίου, ἀνταλλαττομένοις τῶν αἰωνίων τά μηδενός ἄξια καί μηκέτ᾿ ὄντα (31) ἤ οὐδαμῶς ὄντα, ἄλλοτε ἄλλως μετατυπούμενα καί ὅρον μή ἔχοντα στάσεως, πολλῷ μᾶλλον τό γνῶναι Θεόν χαλεπώτερον καί προσέτι πάντῃ ἄλογον καί ἀσύνετον καί φύσιν Θεοῦ καί οὐσίαν ἐξερευνᾶν. Ἀλλά τί τά ἑαυτῶν ἀφέντες, ὦ οὗτοι, καλῶς διατίθεσθαι, τά περί Θεοῦ καί τῶν θείων ἐξερευνᾶτε; Μεταβῆναι δεῖ πρῶτον ἡμᾶς ἐκ τοῦ θανάτου εἰς τήν ζωήν, εἶθ᾿ οὕτω δέξασθαι σπέρμα ἐν ἑαυτοῖς ἄνωθεν τοῦ ζῶντος Θεοῦ καί γεννηθῆναι ὑπ᾿ αὐτοῦ, ὡς χρηματίσαι τέκνα αὐτοῦ, καί ἑλκύσαι Πνεῦμα ἐν τοῖς ἐγκάτοις καί οὕτως ἐλλαμπομένους τά περί Θεοῦ φθέγγεσθαι, καθόσον οἷόν τε καί ἀπό Θεοῦ ἐλλαμπόμεθα.
Τό δέ νῦν ἔχον πίστευέ μοι εἰς ἕνα Θεόν, ὁ καί οὕτω θεολογεῖν ἐφιέμενος, τόν μή παρ᾿ ἑτέρου γεγονότα τινός (οὐδέ γάρ ἦν πρό αὐτοῦ τι πρεσβύτερον οὔτε γέγονε), μήτε πεποιηκότα ἑαυτόν, ὥς τινες τῶν λίαν ἀνοήτων ὑπέλαβον (αὐτομάτως γάρ τό μή ὄν γενέσθαι ἀδύνατον), τόν ἀεί ὄντα καί προόντα καί ἀϊδίως ἐσόμενον ἕνα Θεόν ἐν τρισίν ὑποστάσεσιν. Οὐδέ γάρ ἀνυπόστατον τόν ἐνυπόστατον καί τρισυπόστατον φαίη τις ἄν, πρεσβεύων ὀρθῶς τήν ἀλήθειαν, ἀλλ᾿ ἐκ τῶν κατ᾿ αὐτόν τά ὑπέρ αὐτόν διδασκόμενος ἐν τρισίν ὁμοουσίοις προσώποις προσκυνεῖ τήν μίαν θεότητα. Εἰ γάρ τό κατ᾿ εἰκόνα τοῖς πάθεσι μή συνέχεέ τε καί συνεζόφωσε, πρῶτον μέν ἐπιγνούς ἐπίσταται ἑαυτόν ὅτι δή ψυχήν ζῶσαν καί ἐνυπόστατον παρά τοῦ κτίσαντος εἴληφεν, αὕτη δέ τριμερής ἐστι, νοῦν καί λόγον τά συνεπόμενα ἔχουσα· καί οὕτως ἐκ τῶν κατ᾿ αὐτόν τά περί Θεοῦ νῷ σοφωτάτῳ καί λαμπροτάτῳ νοεῖ. Κινεῖται γάρ νοεῖν ἀπό τοῦ κινοῦντος ἄνωθεν Πνεύματος ὅτι δή ὁ Θεός καί Πατήρ, ὁ τό πᾷν ἐξ οὐκ ὄντων τῷ ἑαυτοῦ Λόγῳ ὑποστησάμενος καί δυνάμει τοῦ Πνεύματος αὐτοῦ συνέχων αὐτό καί διακρατῶν, γεννᾷ τόν ὁμοούσιον ἀχρόνως καί ἀϊδίως Υἱόν (32) μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, μεθ᾿ οὗ καί τό θεῖον Πνεῦμα συνεκπορεύεται, ὁμούσιον ὄν τῷ Υἱῷ, ἐξ ὁμοουσίου Πατρός. Οὕτω δέ καλῶς περί Θεοῦ νοῶν καί ἅμα ὁμολογῶν, κατ᾿ εἰκόνα τοῦ κτίσαντος ἑαυτόν ἀποδείκνυσι ψυχήν λογικήν τε καί νοεράν καί ἀθάνατον περιφέροντα, νῷ καί λόγῳ τοῖς ὁμοουσίοις καί ἐνυποστάτοις δεδημιουργημένην· εἰ δ᾿ οὖν, ἀλλ᾿ ἄνουν πάντως καί ἄλογον κατηγορεῖ ἑαυτόν. Πόθεν γάρ ἄν ἄλλοθεν καί ἐκ ποίων ἄρα τῶν χαρακτήρων κατ᾿ εἰκόνα τοῦ κτίσαντος ἔσται, τῶν θείων ἐμπίπτων ἰδιωμάτων; Εἰ δέ ταῦτα μέν τις ἑαυτῷ προσμαρτυρεῖ καί ὀρθῶς ἐπιγράφεται, τόν δέ ποιητήν ἑαυτοῦ καί Θεόν ἀλόγως τῶν εἰρημένων ἀποστερεῖ τό γε ἐφ᾿ ἑαυτόν, οὐδέν μοι τῶν ἐθνικῶν διενήνοχε ὁ τοιοῦτος· ὀκνῶ γάρ εἰπεῖν κτηνῶν ἤ ἑρπετῶν καί θηρίων.
Ἔγωγε οὖν πιστεύω ὅτι, ὥσπερ οὐ προϋπέστη ἤ προϋφίσταται ἡ ψυχή τοῦ νοός ἤ ὁ νοῦς τοῦ ἐξ αὐτοῦ γεννωμένου λόγου, ἀλλ᾿ ἅμα μέν ἔχουσι τό εἶναι ὑπό Θεοῦ, ὁ δέ νοῦς τόν λόγον ἀπογεννᾷ καί ἐξάγει δι᾿ αὐτοῦ τήν βούλησιν τῆς ψυχῆς, οὕτως οὐδέ ὁ Πατήρ καί Θεός, ἤ τοῦ Υἱοῦ, ἤ τοῦ Πνεύματος προϋπέστη, ἀλλ᾿ ὡς ὁ νοῦς ὑπάρχει ἐν τῇ ψυχῇ τόν δέ λόγον ἔχει παρ᾿ ἑαυτῷ, τῷ ὁμοίῳ τρόπῳ ὁ Θεός καί Πατήρ ἐν ὅλῳ ὑπάρχει Πνεύματι τῷ Ἁγίῳ καί τόν Θεόν Λόγον γεγεννημένον ἔχει ὅλον ἐν ἑαυτῷ· καί καθάπερ ἀδύνατον δίχα ψυχῆς λόγον ἤ νοῦν εἶναι, οὕτως ἀμήχανον Υἱόν σύν Πατρί ἄνευ Ἁγίου λέγεσθαι Πνεύματος. Πῶς γάρ τόν ζῶντα Θεόν δίχα ζωῆς ὑπάρξαι ποτέ; Ζωή γάρ καί ζωοποιόν τό Πνεῦμα τό Ἅγιον. Τοιγαροῦν ὁμολόγει μοι τόν Πατέρα οὐ προόντα γεννῶντα, τόν Υἱόν οὐχ ὕστερον γεννηθέντα ἤ γεγονότα, τό Πνεῦμα τό Ἅγιον ἐκπορευτόν μέν, συναΐδιον δέ καί ὁμοούσιον αὐτῷ σύν Υἱῷ τῷ Πατρί· προσκύνει ὅλον τό Ἅγιον Πνεῦμα ἐν ὅλῳ καί μόνῳ τῷ συνανάρχῳ Πατρί, (33) καί ὅλον τόν Πατέρα ἐν ὅλῳ καί μόνῳ τῷ συναϊδίῳ Υἱῷ καί ὅλον τόν Υἱόν ἐν ὅλῳ καί μόνῳ τῷ Πατρί καί τῷ Πνεύματι, τήν μίαν τρισυπόστατον καί συναΐδιον καί ὁμοούσιον, ἀδιαίρετόν τε καί ἀσύγχυτον οὐσίαν καί φύσιν, ὡς μίαν τῶν ὅλων ἀρχήν καί ἕνα Θεόν τόν δημιουργόν τοῦ παντός, ἐπειδή καί ἐν ὅλῳ τῷ ἐνυπάρχοντί σοι νῷ, ἵν᾿ ἐκ τῶν κατά σέ τά ὑπέρ σέ μυσταγωγούμενος τῆς εἰκόνος μή ἐπιλάθῃ, ἧς πρός αὐτοῦ ἠξιώθης, ὅλος ὁ λόγος ἐστί καί τό πνεῦμα ἐν τοῖς δυσίν ἡ ψυχή ἀδιαιρέτως, ἀσυγχύτως. Τοῦτο γάρ ἡ εἰκών καί τοῦτο πεπλουτήκαμεν ἄνωθεν τό ἀφομοιωθῆναι Θεῷ τῷ Πατρί καί τήν εἰκόνα φέρειν τοῦ γεγεννηκότος καί κτίσαντος· ταύτῃ γάρ καί ἄνθρωπον προσκυνοῦντες μίαν αὐτῷ προσάγομεν τήν τιμήν, ὡς νοῦν ἔχοντι καί ἐμψύχῳ καί λογικῷ, οὐ διαιροῦντες ἤ προτιμῶντες τούτων ἕν τῶν τριῶν, ἀλλ᾿ ὡς ἀδιαίρετα ἔχοντι τά τρία ἐν ἑαυτῷ καί ἀσύγχυτα· καί οὐχ ὡς τρία ὄντα, ἀλλ᾿ ὡς ἄνθρωπον ἕνα, προσκυνοῦμεν καί τιμῶμεν αὐτόν διά τήν κοινήν εἰκόνα τοῦ κτίσαντος.
Οὕτω μοι ἐκ τῶν θείων ἰδιωμάτων ὧν ἐπιφέρῃ νοῶν καί τά περί Θεοῦ τοῦ ταῦτά σοι δωρησαμένου, ὡς ἕνα Θεόν εὐσεβῶς τήν ἁγίαν καί ὁμοούσιον καί συνάναρχον προσκύνει Τριάδα καί ὅρα οἵοις σε τετίμηκεν ὁ Θεός ἀγαθοῖς, δημιουργήσας σε κατ᾿ εἰκόνα αὐτοῦ καί τοῖς αὐτοῦ συνδοξάσας σε ἰδιώμασιν. Ἰσότιμον ὁμολογοῦμεν καί ὁμοούσιον καί ὁμοδύναμον τόν Πατέρα σύν Υἱῷ καί τῷ Πνεύματι, τήν Ἁγίαν Τριάδα, ὡς μίαν ἀρχήν καί ἐξουσίαν καί κυριότητα· ἰσότιμον ἴσθι καί ὁμότιμον καί ὁμοούσιον τόν ἐν σοί νοῦν σύν τῷ λόγῳ καί τῇ ψυχῇ, ὡς μιᾶς ὄντα οὐσίας καί φύσεως. Τοῦτο γάρ ἡ τιμή καί τό εἶναι ἀπό Θεοῦ, ἵν᾿ ὡς πατέρα καί δημιουργόν οἱ ἐξ αὐτοῦ γεννηθέντες καί γεγονότες γνωρίζωμεν καί σεβώμεθα τόν Θεόν. Τοίνυν καί εἰ ἑνός λείπετε τούτων ὁ ἄνθρωπος τῶν τριῶν, ἄνθρωπος εἶναι οὐ δύναται· κἄν γάρ τόν νοῦν συστείλῃς, συνέστειλες αὐτῷ καί τόν λόγον καί ἔσται ἄνους καί ἄλογος· (34) κἄν τήν ψυχήν, συνανεῖλες ταύτῃ τόν νοῦν καί τόν λόγον· κἄν μόνον ἐνδιάθετον λόγον, ἀνενέργητον τό ὅλον ζῷον πεποίηκας. Νοῦς γάρ μή προϊέμενος λόγον οὐδέ λόγον ἑτέρου εἰσδέξεται· πῶς γάρ, ὁ ἅπαξ κωφευθείς καί τῆς οἰκείας παρακινηθείς φύσεως; Καθάπερ γάρ τό ἀναπνεῖν ἡμεῖς φυσικῶς ἔχομεν καί τό πνεῦμα ἐν ἡμῖν αὐτοῖς, καί ἐάν μή, ἀλλ᾿ ἐκλείπομεν ἅμα, οὕτω καί ὁ νοῦς τό λογιστικόν φυσικῶς ἔχειν ἐν ἑαυτῷ, οὐ μήν ἀλλά γάρ καί τό τόν λόγον ἀπογεννᾶν· ἐάν οὖν τοῦ φυσικῶς ἀπογεννᾶν στερηθῇ, οἱονεί τεμνόμενος καί διχοτομούμενος τοῦ συνόντος αὐτῷ λόγου, νεκροῦται καί εἰς οὐδέν ἐστι χρήσιμος. Καί ἵνα σαφέστερον, ὅ λέγω, ἐκ τῶν σωματικῶς ἐπισυμβαινόντων ποιήσωμαι, εἰκόνα τοῦ λόγου τήν ὠδίνουσαν τεκεῖν λήψομαι. Καθάπερ οὖν ἡ συλλαβοῦσα τό βρέφος γυνή, ἐάν μή εἰς τόν ἐπιτήδειον φυσικῶς τέκῃ καιρόν, σύν αὐτῶ < τῷ > ἐμβρύῳ ἀπόλλυται, οὕτω δή καί ὁ ἡμέτερος νοῦς τό γεννᾶν ἀεί τόν λόγον φυσικῶς λαβών ἐκ Θεοῦ, ὅν ἀδιαίρετον ἔχει καί συνουσιωμένον ἐν ἑαυτῷ, ἐάν τοῦτον ἀνέλῃς, συνανεῖλες καί τόν τούτου γεννήτορα.
Μετάβηθι τοιγαροῦν, εἰ δοκεῖ, τῇ διανοίᾳ πρός τά πρωτότυπα καί μάθε ἀκριβῶς ὅτι ὁ τόν Υἱόν τοῦ Θεοῦ ἀπαρνούμενος καί αὐτόν ἀπαρνεῖται τόν τούτου γεννήτορα. Ὁ δέ τόν Πατέρα καί τόν Υἱόν ἀπαρνούμενος, πῶς οὐχί καί τοῦ Ἁγίου Πνεύματος ἀρνητήν ἑαυτόν καί μή βουλόμενος ἀποδείκνυσιν; Ὁ τοίνυν ἤ μείζονα ἤ ἐλάττονα ἕνα τούτων τῶν ἄλλων προσώπων ἀποκαλῶν, οὔπω τοῦ βυθοῦ τῶν παθῶν τήν κεφαλήν τοῦ νοός ἀνενήξατο, ἵνα δυνηθῇ βλέψαι τοῖς νοεροῖς ὀφθαλμοῖς καί ἐπιγνῶναι καλῶς ἑαυτόν κἀκεῖθεν μαθεῖν ὅτι, ὡς οὐκ ἔστι μείζων ὁ νοῦς τῆς ψυχῆς, οὐδέ ἡ ψυχή τοῦ νοός, οὐδέ ὁ λόγος τῶν ἀμφοτέρων μείζων ἤ ἔλαττων, οὕτως οὐδέ ὁ Πατήρ τοῦ Υἱοῦ, ἤ ὁ Υἱός τοῦ Πατρός, ἤ τό Πνεῦμα τό Ἅγιον τούτων δή τῶν συνανάρχων καί ὁμοτίμων μεῖζον ἤ ἔλαττόν ἐστιν· ὅλως γάρ ταῦτα ἐν τῇ ἁγίᾳ καί ὁμοτίμῳ Τριάδι οὐ χρή ἐννοεῖν. (35) Ἐννόει μοι, ἄνθρωπε, τά ὑπέρ σέ ἐκ τῶν κατά σέ καί ἀφ᾿ ὧν εἰκών ἐδείχθης Θεοῦ· τῶν ἄλλων ἁπάντων κτισμάτων ὑπερτιμηθείς τῇ τοῦ λόγου ἀξίᾳ, δι᾿ οὗ καί ἄρχεις καί βασιλεύεις αὐτῶν, ἴσθι ὅτι, ὥσπερ ὁ νοῦς ὁ ἀνθρώπινος διά τοῦ λόγου – καλόν γάρ ἀεί καί διά παντός τοῦ λόγου ἐν τοῖς αὐτοῖς διατρίβειν, ὡς ἀν δυνηθῇς τρανωθῆναι τά αἰσθητήρια καί γνῶναι καλῶς τά ἐν σοί κεκρυμμένα τῆς βασιλείας μυστήρια – καί ἡ ψυχή διά τῶν δύο τούτων γνωρίζεται, οὕτω καί ὁ Θεός καί Πατήρ διά τοῦ μονογενοῦς Υἱοῦ καί Λόγου αὐτοῦ, καί τό Πνεῦμα τό Ἅγιον διά τῶν συναϊδίων Πατρός καί Υἱοῦ ἐγνωρίσθη ἡμῖν τοῖς πιστοῖς καί γνωρίζεται.
Καί καθάπερ τοῦ νοῦ τόν λόγον γεννῶντος, τό τῆς ψυχῆς θέλημα, ὡς κοινόν ἀμφοτέρων, τοῖς ἀκούουσι γνώριμον γίνεται ἤ διά ζώσης φωνῆς ἤ διά γραμμάτων, μή συγχεομένων αὐτῶν δηλαδή ἤ διαιρουμένων εἰς τρία, ἀλλ᾿ ἐν ἑνί ἑκάστῳ ἅμα τῶν τριῶν νοουμένων ἤ ὁρωμένων ἐν μιᾷ τῇ οὐσίᾳ καί ἐν ἑνί τῷ θελήματι, οὕτω μοι νόει καί εὐσεβῶς ὁμολόγει καί ἐπί τῆς ἁγίας καί ὁμοουσίου καί ἀδιαιρέτου Τριάδος τόν μέν Πατέρα γεννᾶν ἀφράστως τόν Θεόν Λόγον, ὅν ἐν ἀρχῇ ἔσχεν ἐν ἑαυτῷ καί ἔχει γεγεννημένον ἀχωρίστως καί ὑπέρ λόγον, τόν δέ Υἱόν γεννᾶσθαι τόν ἀεί ἀδιαιρέτως πρός τόν γεννῶντα Πατέρα ὄντα συναϊδίως καί μηδαμῶς ἐξ αὐτοῦ χωριζόμενον, τό δέ Ἅγιον Πνεῦμα ἐκ τοῦ Πατρός ἐκπορεύεσθαι συμφυές ὄν καί συνηνωμένον τοῖς ὁμοουσίοις Πατρί τε καί Υἱῷ, ὡς συμπροσκυνούμενον καί συνδοξαζόμενον αὐτοῖς παρά πάσης πνοῆς. Τούτων ἕν καί τό αὐτό θέλημα γνώριζε, ἐπειδή οὕτω πᾶσι τοῖς ἐλλαμπομένοις ἄνωθεν καί ἡμῖν τοῖς ταπεινοῖς γνωριζόμενόν τε καί ἀποκαλυπτόμενόν ἐστιν ἐν Ἁγίῳ Πνεύματι εὐδοκίᾳ τοῦ Πατρός δι᾿ Υἱοῦ. Τούτων τήν ὑπερούσιον οὐσίαν τῆς μιᾶς θεότητός τε καί βασιλείας - ἵνα πάλιν ἐπί τοῖς αὐτοῖς γένωμαι, τῇ μνήμῃ καί τῷ λόγῳ ἁγιαζόμενος – (36) τρισυπόστατον πίστευε καί πιστεύων συνομολόγει μοι τρανῶς καί ἀνυποστόλως, ὡς μήτε εἰς ἕν συγχεομένων τῶν τριῶν ὑποστάσεων, μήτε διαιρουμένων εἰς τρία τῶν φυσικῶς ἡνωμένων· ἐν γάρ ἑνί τούτων ἑκάστῳ τά συναμφότερα νοούμενα καθορῶνται, ἐν μιᾷ τῇ οὐσίᾳ καί φύσει καί δόξῃ καί ἑνί θελήματι. Ταῦτα ἕνα Θεόν πίστευε, πάντων ποιητήν καί δημιουργόν ὁρατῶν τε καί ἀοράτων.
Ὁ γάρ πιστεύων ὅτι ὁ Θεός πάντων ἐστί ποιητής καί ὅτι τά πάντα ἐξ οὐκ ὄντων παρήγαγε, τά τε ἐν οὐρανῷ, τά τε ἐπί τῆς γῆς καί τά ἐν τοῖς καταχθονίοις, ὑπό Θεοῦ κτισθείς, μένει τῶν ἰδίων ὅρων ἐντός, τόν πεποιηκότα γινώσκων· καί πρός αὐτόν τόν γενεσιουργόν ἀπό τῆς καλλονῆς ἀναγόμενος τῶν κτισμάτων, ἀνυμνεῖ καί δοξάζει αὐτόν ὡς δημιουργόν τῶν ἁπάντων καί οὐδαμῶς τήν ἀκατάληπτον αὐτοῦ φύσιν περιεργάζεται. Οἶδε γάρ κτίσμα ἑαυτόν ἐκείνου καί τἆλλα πάντα, ὡς εἴρηται, αὐτόν δέ τόν τοῦ παντός ποιητήν, ἄκτιστον, ἄναρχον, ἀκατάληπτον, ἀνερμήνευτον, ἀνεξιχνίαστον, ἀεί ὄντα καί προόντα. Οὐ γάρ ἦν χρόνος ποτέ, ὅτε οὐκ ἦν ὁ Θεός, - τούς γάρ αἰῶνας αὐτός ἐποίησε καί πρό πάσης ἀρχῆς αὐτός ἦν, ὡς μήτε ἀρχήν περί αὐτόν ἐννοεῖσθαι μήτε τέλος εὑρίσκεσθαι - ἀλλ᾿ ἦν μέν ἄναρχος, ἔστι δέ τῶν ὅλων ἀρχή καί ἔσται ἀϊδίως εἰς ἀπείρους καί ἀτελευτήτους αἰῶνας ὁ ἀπρόσιτος, ὁ ἀόρατος, ὁ ἀνεκδιήγητος, ὁ ἄφραστος, ὁ πᾶσιν ἀκατανόητος τοῖς ὑπ᾿ αὐτοῦ γενομένοις, ὅς καί ἠγνοήθη ἡμῖν περί πολλούς πρότερον θεούς πλανωμένοις καί λατρεύουσι τῇ κτίσει καί προσκυνοῦσιν εἰδώλοις, γηΐνοις οὖσιν ἔτι καί ταπεινοῖς, ὅς καί κατελεήσας ἡμῶν τήν ἄγνοιαν, τοσοῦτον συγκατέβη τῇ ἀσθενείᾳ ἡμῶν, ὅσον ἵνα γνῶμεν ὅτι ἐστί Θεός τελεία Τριάς, ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι εὐσεβῶς ὀφείλουσι προσκυνεῖσθαι. (37) Ὁποία δέ ἐστι τῇ οὐσίᾳ, ἤ ποδαπή τῇ ἰδέᾳ, ἤ ποῦ, ἤ πόση τῷ μεγέθει, ἤ πῶς τῇ συνουσίᾳ ἤ τῇ ἑνώσει, οὐ μόνον οὐκ ἀνθρώποις ἐννοῆσαι γέγονέ ποτε, ἀλλ᾿ οὐδέ ταῖς ἄνω δυνάμεσι καταληπτόν ἐξεγένετο τό τῆς ὑπερουσίου φύσεως ἀκατάληπτον.
Καί μή μοι τάς ἀπό τῆς θείας Γραφῆς λέγειν ἐπιχειρήσῃς θεολογίας· πρός γάρ τάς βλασφήμους ἐκεῖναι τῶν αἱρετικῶν ἀντιθέσεις πρός τῶν θεολόγων ἐρρέθησαν. Ἀλλ᾿ ἐκεῖνο ἐννόει μοι, ὅτι ἀπρόσιτος οὖσα ἡ θεία φύσις καί ἀκατανόητος δηλονότι, τό δέ ἀκατανόητον πάντῃ καί ἄφραστον· αὐτό γάρ πολλάκις, ὅ κατανοοῦμεν τοῦ εἰπεῖν, ἐκφράσαι ὅλως οὐκ ἐφικνούμεθα. Τόν οὖν ἀόρατον καί ἀκατανόητον καί τοῦτο παρά πάσης μαρτυρούμενον τῆς θεοπνεύστου Γραφῆς τίς ἀνθρώπων ἤ ἀγγέλων ἑρμηνεῦσαι ἰσχύσει; Οὐδείς οὐδαμῶς· οὐ γάρ δύναταί ποτε τό μηδέν ὄν ὑπό ἀνθρωπίνης ἐννοίας ἐννοηθῆναι καί ἐνσημανθῆναι ὀνόματι. Παρίστησι δέ πᾶσα θεία Γραφή διά πασῶν τῶν περί Θεοῦ λεγομένων ἐννοιῶν καί λέξεων ὅτι ἔστιν, οὐχ οἷος δέ ἐστι, προσμαρτυροῦσα μόνον αὐτῷ τό ἀεί εἶναι καί τό ὁ ὤν, Θεός ὁ ἀεί ὤν, τρισυπόστατος, παντοδύναμος, παντοκράτωρ, παντεπόπτης, κτίστης καί δημιουργός τῶν ἁπάντων, ἀνενδεής, ὑπερφυής, τοσοῦτον παρ᾿ ἡμῶν γινωσκόμενος, ὅσον τις πέλαγος ἀόριστον ὑδάτων θαλάσσης, ἐν νυκτί παρά τῶν αἰγιαλόν ἱστάμενος καί λαμπάδα φαίνουσαν κρατῶν, καθορᾷ. Τοῦ γάρ ὅλου τῶν ἀπείρων ἐκείνων θαλασσῶν πόσον οἴει ὁρᾶν τόν τοιοῦτον; Πάντως μικρόν ἤ οὐδέν. Πλήν ὅμως ἀκριβῶς βλέπει τό ὕδωρ ὁποῖον καί ἀπλανῶς, εἰ καί μή ἐφικνεῖται εἰπεῖν ποταπόν. Καί οἶδε μέν ὅτι θάλασσα τό ὁρώμενον καί ὅτι πέλαγος ἀχανές καί ὅτι θεαθῆναι ὅλον ὑπ᾿ αὐτοῦ τῶν οὐκ ἐνδεχομένων ἐστί· τό δέ ὅλον, εἰ καί μή ὁρᾷ, ἀλλά δοκεῖ πως καθορᾶν ἀπό τοῦ μέρους καί τό ἄπειρον τῶν ὑδάτων τεκμαίρεσθαι.
(38) Εἰ δοκεῖ δέ, καί παραδείγματι ἀμυδρῷ τῷ σκοπῷ τοῦ λόγου χρησόμεθα. Ἐάν οὖν ἄνθρωπός τις πηρός τάς ὄψεις μή θεασάμενός ποτε πηγήν ὕδατος εὑρεθῇ, ἤ τοῦτο αὐτό τό ὕδωρ ὁποῖόν ἐστι μή εἰδώς, ἦν δέ ἄπειρος τούτου καί ἄγευστος· αὐτός δέ ἐξηγοῦ τούτῳ τά περί τῆς φύσεως τῶν ὑδάτων καί ὅτι, φησί, καλόν τό ὕδωρ, λίμνας καί φρέατα καί θαλάσσας ποταμῶν ὑποτιθέμενος· ὁ δέ ἤρετο μαθεῖν τήν φύσιν, τήν ἰδέαν, τήν ποιότητα, αὐτήν αὐτοῦ τήν ποσότητα καί πῶς κινεῖται καί πόθεν τήν ἀρχήν ἔχει και πῶς διά παντός ἐκχεῖται καί οὐκ ἐκλείπει. Τί πρός ταῦτα ἄν τῷ πυνθανομένῳ σου ἀπεκρίθης; Ἔγωγε οὖν οἶμαι, κἄν εἰ λίαν διαβατικώτατος ἦσθα καί θεωρητικώτατος τήν διάνοιαν, οὐδαμῶς παραστῆσαι τῷ λόγῳ ἴσχυσας τήν τούτου ἀρχήν καί οὐσίαν καί κίνησιν, οὐδ᾿ ὁποῖόν ἐστι τῇ ποσότητι καί ποιότητι διδάξαι τόν ἀπείρως περί τήν μέθεξιν καί θεωρίαν ἔχοντα τοῦ τοιούτου κἄν ποσῶς ἠδυνήθης. Εἰ δέ περί ῥεούσης καί ὁρωμένης καί κρατουμένης οὐσίας οὕτως οὐκ ἐφικνούμεθά τι εἰπεῖν ἤ διερμηνεῦσαι τῷ λόγῳ τοῖς πυνθανομένοις ἡμῶν, τίς ἐστιν ἡ φύσις αὐτῆς καί πόθεν ἤ ἐκ ποίων εἰδῶν τήν σύστασιν ἔχει, πῶς ἄν τις τῶν ἀγγέλων ἤ τῶν ἁπάντων ἁγίων τούς ἀγνοοῦντας τά περί Θεοῦ καί τά κατ᾿ αὐτόν διδάξαι, οἷός ἐστιν ὁ τό πᾶν οὐσιώσας καί τίνα τά τῆς οὐσίας καί δόξης αὐτοῦ, ἰσχύσει κἄν ὅλως ποτέ; Οὐδείς ἄν οὐδαμῶς. Ὁ δέ γε ἰδεῖν κἄν ποσῶς ἀξιωθείς τόν Θεόν ἐν τῇ ἀπροσίτῳ δόξῃ τοῦ ἀπείρου καί θείου φωτός αὐτοῦ τῷ τρόπῳ ᾧ προειρήκαμεν, διδασκαλίας ἑτέρου οὐ δεηθήσεται· ἔχει γάρ αὐτόν ὅλον ἐν ἑαυτῷ μένοντα καί κινούμενον καί λαλοῦντα καί μυσταγωγοῦντα αὐτόν τά κεκρυμμένα τούτου μυστήρια κατά τό ὑπ᾿ αὐτοῦ εἰρημένον ὁσιώτατον λόγιον· “Τό μυστήριόν μου, φησίν, ἐμοί καί τοῖς ἐμοῖς”.
Ἄλλως δέ θεάσασθαι τοῦτον ἀμήχανον εἰ μή διά τῆς (39) τῶν ἐντολῶν αὐτοῦ ἀκριβοῦς φυλακῆς, μή παραφθειρομένης δηλονότι τῇ ἀμελείᾳ καί καταφρονήσει τῆς ἐργασίας αὐτῶν ἐν μηδενί μηδαμῶς, ἀλλά διατηρουμένης καί ἐργαζομένης ἐμμελῶς καί σπουδαίως. Τοιγαροῦν “καί ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν” “οὐ μακράν εὑρεθήσονται τῆς βασιλείας τῶν οὐρανῶν” ἀλλά κατά ἀναλογίαν τῆς σπουδῆς καί τῆς μετά προθυμίας καί ἐν χαρᾷ ἐργασίας αὐτῶν, ἤ συντομώτερον ἤ βραδύτερον, πλεῖον ἤ ἔλαττον, τόν μισθόν τῆς θεοπτίας κομίσονται καί κοινωνοί θείας γενήσονται φύσεως καί θεοί καί θέσει καί υἱοί Θεοῦ χρηματίσουσιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ παναγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν. 

ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ (40)

Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.

Ἀεί μέν ὁ Θεός ὑμνούμενός τε καί παρ᾿ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱός τοῦ Πατρός, τό συναΐδιον καί ὁμοούσιον τοῦ Πατρός καί τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καί δόξα καί συμφυΐα, ἡ ὁμοούσιος Τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καί τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχή καί ὑποστατική καί δημιουργός δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καί παντοκρατορική κυριότης καί βασιλεία, εἷς Θεός καί ἔστι καί λέγεται, ὅς ποτέ μέν μονάς θεωρούμενός τε καί πιστευόμενος μοναδικῶς παρ᾿ ἡμῶν καί λατρεύεται, ποτέ δέ τριάς ὁμολογούμενος τριαδικῶς ἀνυμνεῖται ἐν διῃρημέναις ταῖς ὑποστάσεσιν, ὡς παρ᾿ αὐτοῦ τοῦ ἑνός τῆς τρισυποστάτου θεότητος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεμυσταγωγήμεθα, βαπτίζειν προτρεπομένου εἰς ὄνομα Πατρός καί Υἱοῦ καί Ἁγίου Πνεύματος καί πάλιν οὕτω λέγοντος· “Ὁ Πατήρ μου μείζων μού ἐστιν” ἕτερον ἑαυτόν παρά τόν Πατέρα δεικνύντος, καί “Ἐγώ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν” καί πάλιν· “’Ερωτήσω τόν Πατέρα καί ἄλλον παράκλητον πέμψει ὑμῖν τό Πνεῦμα (41) τῆς ἀληθείας ὅ παρά τοῦ Πατρός ἐκπορεύεται”, ἄλλον πάλιν παράκλητον ὀνομάζων τό Πνεῦμα.
Ἐντεῦθεν οὖν ἡμῖν ἡ χάρις ἐννοεῖν δίδωσι τό ἕν κατά πάντα τῆς τρισυποστάτου καί ὁμοουσίου θεότητός τε καί βασιλείας καί τό ταὐτόν καί ὡσαύτως ὄν τῶν αὐτῆς ὑποστάσεων τῆς ἀϊδίου δόξης καί ἀχωρίστου ἑνότητος, ὡς εἰδέναι ὅλον ἐκεῖσε εἶναι τόν Πατέρα μετά τοῦ Πνεύματος, ἔνθα ὅλος ὁΥἱός καί Θεός ὀνομάζεται, καί ὅλον ἐκεῖσε εἶναι τόν Υἱόν διά τοῦ Πνεύματος ἐν οἷς ὅλος ὁ Θεός καί Πατήρ ἀνυμνεῖται, καί ὅλον ἐκεῖσε εἶναι τό Πνεῦμα τό Ἅγιον, ἔνθα ὅλος ὁ Πατήρ τῷ Υἱῷ συνομολογεῖται καί συνδοξάζεται. Οὕτω δέ μυσταγωγηθέντες παρά τοῦ Πνεύματος ταῦτα οὕτως ἔχειν ὁμοουσίως καί ὁμοτίμως τά πρόσωπα, εἴτ᾿ οὖν ἀσυγχύτους εἶναι τάς ὑποστάσεις αὐτῶν καί ἀδιαιρέτους ἅμα ἐν τῇ μιᾷ τούτων καί θείᾳ τῶν ὅλων ὑποστατικῇ φύσει τε καί αἰτίᾳ, ὁπόταν πρός τόν Πατέρα καί Θεόν ἀναγώμεθα τῷ συναναφέροντι Πνεύματι διά τοῦ Λόγου καί τάς χεῖρας ἐκτείνωμεν πρός αὐτόν καί τά ὄμματα, “Πάτερ ἡμῶν” λέγομεν “ὁ ἐν τοῖς οὐρανοῖς”. Ὁπηνίκα δέ τῷ μονογενεῖ τοῦ Πατρός Υἱῷ ἐν τῷ συνετίζοντι Πνεύματι προσερχόμεθα τάς εὐχάς ἀποδοῦναι, “Ὁ μονογενής Υἱός” λέγομεν “ὁ συναΐδιος Λόγος τοῦ Θεοῦ καί Πατρός, ὁ μόνος ἐκ μόνου, ὁ ἐκ Θεοῦ Θεός, ὁ ἄναρχος ἐξ ἀνάρχου, ὁ ἐξ ἀϊδίου ἀΐδιος, ὁ ἐξ αἰωνίου αἰώνιος, τό ἐκ τοῦ φωτός φῶς, ἡ ἐκ τῆς ζωῆς ζωή, ὁ ἐκ τοῦ ἀπροσίτου ἀπρόσιτος, ὁ ἀκατάληπτος ἐξ ἀκαταλήπτου, ὁ ἄφραστος ἐξ ἀφράστου, ὁ ἀναλλοίωτος ἐξ ἀναλλοιώτου, ὁ ἀκατανόητος ἐξ ἀκατανοήτου, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν”. Οὕτω δέ καί τό Πνεῦμα τό Ἅγιον ἐπικαλούμενοι λέγομεν· “Τό Πνεῦμα τό Ἅγιον τό ἐκ τοῦ Πατρός ἀφράστως ἐκπορευόμενον καί δι᾿ Υἱοῦ ἡμῖν ἐπιφοιτῶν τοῖς πιστοῖς, Πνεῦμα ζωῆς καί συνέσεως, Πνεῦμα ἁγιωσύνης (42) καί τελειότητος, Πνεῦμα τό ἀγαθόν, τό σοφόν, τό φιλάνθρωπον, τό ἡδύ, τό ἔνδοξον, τό τρέφον ὁμοῦ καί ποτίζον, τό ἐλεοῦν, τό φωτίζον, τό δυναμοῦν, Πνεῦμα θεῖον ὑπομονῆς, Πνεῦμα χαρᾶς μεταδοτικόν, εὐφροσύνης, σωφροσύνης, σοφίας, γνώσεως, πρᾳότητος, ἀμνησικακίας, ἀμεριμνίας τῶν κάτω, θεωρίας τῶν ἄνω, διωκτήριον ἀκηδίας, ἀμελείας ἀπελατήριον, περιεργίας καί πονηρίας φυγαδευτήριον, Πνεῦμα μυστηρίων δηλωτικόν, ἀρραβών οὐρανῶν βασιλείας, προφητείας πηγή, διδασκαλίας κρατήρ, ἁμαρτίας ἀναιρετικόν, μετανοίας θύρα, τήν εἴσοδον τοῖς ἀγωνιζομένοις ὑποδεικνύον οἷα δή θυρωρός, Πνεῦμα ἀγάπης, εἰρήνης, πίστεως, ἐγκρατείας, Πνεῦμα πόθου καί πόθον ἐμποιοῦν, ἐλθέ καί ἐνσκήνωσον καί μεῖνον ἐν ἡμῖν ἀχωρίστως, ἀδιαιρέτως, ἁγιάζον καί μεταποιοῦν καί φωτίζον ἡμῶν τάς καρδίας, ὡς ὁμοούσιον καί ὁμότιμον τῷ Υἱῷ καί τῷ Πατρί καί ὡς θεούς τούς ὑποδεχομένους σε ἐργαζόμενον καί πᾶσαν μέν ἁμαρτίαν ἐξαφανίζον, πᾶσαν δέ ἀρετήν συνεισφέρον τῇ εἰσόδῳ σου, οὐκ ἔξωθεν ταῦτα συνεπαγόμενον, ἀλλ᾿ αὐτό ἐκεῖνο ὑπάρχον πᾶν ὁτιοῦν καί ἔστιν ἀγαθόν· ἐν οἷς γάρ ἐγκατοικήσεις, ἔχουσιν οὐσιωδῶς ἐν ἑαυτοῖς τό πᾶν ἀγαθόν”.
Τοιγαροῦν καί οὐχ ὡς διαιροῦντες τό ἄτμητον τῆς ὁλικῆς ἑνάδος, τρισί θεοῖς καί οὐχ ἑνί τόν ὕμνον προσφέρομεν, ἀλλ᾿ ὡς ἐν τῷ Πατρί τόν Υἱόν καί τό Πνεῦμα, ἐν δέ τῷ Υἱῷ τό Πνεῦμα καί τόν Πατέρα, ἐν δέ τῷ Πνεύματι τόν Πατέρα προσκυνοῦντες καί τόν Υἱόν· ἅ καί μίαν φύσιν δοξάζομεν μιᾶς τρισυποτάτου θεότητος, ὁμοούσιον, ὁμοδύναμον, αὐτοδύναμον, παντοδύναμον, αὐτοθέλητον, συναΐδιον, συνάναρχον, ὑπερούσιον, ἀσύγχυτόν τε καί ἀδιαίρετον. Οὐ γάρ ἄλλο καί ἄλλο καί ἄλλο ἑτέρας καί ἑτέρας φύσεως, τήν μή τεμνομένην ἑνάδα τε καί θεότητα διαιροῦντες, φρονοῦμεν, εἰς ἐκφύλους ἀλλοτριότητας ἀσυνέτως ἐκκλίνοντες, ἀλλ᾿ ἕνα ταῦτα Θεόν ἀδιαιρέτως ταῖς ὑποστάσεσι διαιρούμενον καί ἀσυγχύτως (43) τῇ ἑνότητι τῆς μιᾶς οὐσίας ἑνούμενον ἔγνωμεν, ὅλον ἐν ταῖς ὑποστάσεσιν ἑνιζόμενον καί ὅλον ἐν τῇ ὑπερουσίῳ ἑνάδι τρισσούμενον· τόν αὐτόν τρία τοῖς προσώποις καί ἕν τῇ ἑνότητι τῆς οὐσίας εἴτε φύσεως χρή λέγειν.
Οὕτω γάρ καί ὁ μονογενής αὐτός Υἱός τοῦ Πατρός τό κατά πάντα ὁμότιμον καί ὁμοούσιον καί ὁμόθρονον ἑαυτοῦ μεθ᾿ ἅμα τῶν ὁμοουσίων Πατρός καί Πνεύματος πᾶσιν ἡμῖν διετράνωσεν οὕτως εἰπών· “Ἐγώ καί ὁ Πατήρ ἕν ἐσμεν”. Καί πάλιν ἑτέρωθι περί τοῦ Πνεύματος, τό ἐκ τῆς οὐσίας ἐκείνης ἀπαραλλάκτως εἶναι δηλῶν, οὕτω φησί· “Τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται”. Ὡς γάρ ἐξ ὀφθαλμοῦ, ἤτοι πηγῆς ὕδατος, ὕδωρ ὁ ποταμός ἐκπορεύεται, οὕτως ἐκ Θεοῦ τοῦ Πατρός Θεός ἐκπορεύεται τό Πνεῦμα, διό καί φησι· “Πνεῦμα ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι καί ἀληθείᾳ δεῖ προσκυνεῖν”. Εἰ οὖν ὁ Πατήρ πνεῦμά ἐστι, καί ὁ ἐξ αὐτοῦ γεννηθείς Υἱός πνεῦμα δηλονότι ἐστί· καί τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· “Τό δέ πνεῦμα ὁ Κύριος ἐστιν”. Εἰ γάρ καί σάρκα ἀνέλαβεν, ἀλλά καί ταύτην θεώσας πνευματικήν ἀπειργάσατο. Πνεῦμα τό Πνεῦμα τό Ἅγιον, ὅτι ἐκ τοῦ Πατρός ἐκπορεύεται καί διά τοῦ Υἱοῦ δίδοται τοῖς ἀναξίοις ἡμῖν, οὐχ ὡς μή θέλον πεμπόμενον ἤ διανεμόμενον, ἀλλ᾿ ὡς δι᾿ ἑνός τῆς Τριάδος, αὐτοῦ τοῦ Υἱοῦ, τά τῷ Πατρί δοκοῦντα ὡς οἰκεῖα θελήματα ἐκπληροῦν. Τῇ γάρ φύσει καί τῇ οὐσίᾳ καί τῇ θελήσει ἀμέριστος ἡ Ἁγία Τριάς, ταῖς δέ ὑποστάσεσι προσωπικῶς ὀνομάζεται Πατήρ, Υἱός καί Ἅγιον Πνεῦμα, εἷς ὤν ταῦτα Θεός, ὄνομα δέ αὐτοῦ Τριάς, ὅς ὑπεράνω παντός ὀνόματος ὀνομαζομένου καί λόγου καί ῥήματος ὤν ὑπέρκειται καί πάσης διανοίας κατάληψιν ὑπερεκπίπτει, μηδέν ὤν.
Ἀλλά σύνες ἐντεῦθεν πῶς ἕν τά τρία ἡ ἁγία λέγει Γραφή. (44) Καλόν γάρ πάλιν τά αὐτά ἐν τοῖς αὐτοῖς ἀναλαβεῖν καί εἰπεῖν, ἐπειδή καί τό ἐντρυφᾶν τοῖς τοιούτοις ἀεί ἡδονήν ἐμποιεῖ τῷ τά τοιαῦτα θεοπρεπῶς εἰδότι τρυφᾶν καί τάς ψυχικάς αἰσθήσεις αὐτοῦ ὁ λόγος θεῖος καθαγιάζει. “Πνεῦμα” φησίν “ὁ Θεός”, τοῦτο δέ καί ὁ Υἱός, ὥσπερ εἴρηται. Εἰ οὖν “ὁ Θεός πνεῦμά ἐστι” καί τό “πνεῦμα ὁ Κύριος” καί ὁ Κύριος πνεῦμα παρά τῆς θείας καλεῖται Γραφῆς, ἕν πνεῦμά ἐστιν ἐν τρισί προσώποις εἴτ᾿ οὖν ὑποστάσεσι γνωριζόμενον ὁ Θεός ( καθώς ἔφη τοῦτο παραδηλῶν ὁ Υἱός “ἕν”), ἰσοδύναμον, ὁμόθρονον, ὁμοφυές, ὁμοούσιον. Ταῦτα διά τοῦτο οὕτως εἴρηται πνεῦμα ἕν, ἵνα μηδεμίαν ἀνισότητα ὑπεροχῆς ἤ ὑφέσεως ὑπολάβῃς ἐν τοῖς τρισί τῆς Τριάδος προσώποις, μήτε μήν ὅλως καθ᾿ οἱονδήποτε τρόπον ἐν αὐτοῖς χωρισμόν· οὐ γάρ διά τοῦτο, ἀλλ᾿ ὅπως διά μόνων τῶν ὀνομάτων τά πρόσωπα, αὐτάς δή τάς ὑποστάσεις, ἐκδιδαχθῇς, εἴρηνται. Οὕτω ταῦτα μαθών καί οὕτω καλῶς τά περί Θεοῦ μυσταγωγηθείς, μηδέν περαιτέρω πολυπραγμονῶν ἐκζητήσῃς, πίστει δέ μόνῃ ταῦτα παραδεξάμενος μέχρι τούτου στῆθι, ἀκατάληπτα πάντῃ τά ὑπέρ ταῦτα καί πληροφορούμενος καί ὁμολογῶν.
Ἵνα δέ εἰδῆς καί τά τῆς θείας φύσεως ἴδια, πῶς ὁ Θεός καί τά περί Θεόν καί τά ἀπό Θεοῦ καί τά ἐν τῷ Θεῷ πάντα ἕν φῶς ἐστιν, ἐν ἑκάστῃ τῶν ὑποστάσεων προσκυνούμενον καί ἐν πᾶσι τοῖς ἰδιώμασιν αὐτοῦ καί χαρίσμασι καθορώμενον, καί οὕτω σε ταῦτα μυσταγωγήσομεν. “Ὁ Θεός φῶς ἐστί” καί φῶς ἄπειρόν τε καί ἀκατάληπτον· τά γάρ περί αὐτόν φῶς εἰσιν ἑνούμενά τε καί διαιρούμενα τοῖς προσώποις ἀδιαιρέτως καί - ἵνα καθ᾿ ἕν σοι τά ἀδιαίρεται διαιρῶν εἴπω - ὁ Πατήρ φῶς ἐστιν, ὁ Υἱός φῶς ἐστι, τό Πνεῦμα τό Ἅγιον φῶς· ἕν ταῦτα φῶς ἁπλοῦν, (45) ἀσύνθετον, ἄχρονον, συναΐδιον, ὁμότιμον καί ὁμόδοξον. Πρός τούτοις καί τά ἐξ αὐτοῦ πάντα φῶς εἰσιν ὡς ἐκ φωτός ἡμῖν χορηγούμενα· ἡ ζωή φῶς, ἡ ἀθανασία φῶς, ἡ πηγή τῆς ζωῆς φῶς, τό ὕδωρ τό ζῶν φῶς, ἡ ἀγάπη, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ θύρα τῆς βασιλείας τῶν οὐρανῶν, αὐτή φῶς ἡ βασιλεία τῶν οὐρανῶν· ὁ νυμφών φῶς, ἡ παστάς, ὁ παράδεισος, ἡ τοῦ παραδείσου τρυφή, ἡ γῆ τῶν πραέων, οἱ στέφανοι τῆς ζωῆς, αὐτά τά τῶν ἁγίων ἐνδύματα φῶς· ὁ Χριστός ὁ Ἰησοῦς, ὁ σωτήρ καί βασιλεύς τοῦ παντός, φῶς· ὁ ἄρτος τῆς ἀχράντου σαρκός αὐτοῦ φῶς, τό ποτήριον τοῦ τιμίου αὐτοῦ αἵματος φῶς, ἡ ἀνάστασις αὐτοῦ φῶς, τό πρόσωπον αὐτοῦ φῶς· ἡ χείρ, ὁ δάκτυλος, τό στόμα αὐτοῦ φῶς, οἱ ὀφθαλμοί αὐτοῦ φῶς· ὁ Κύριος φῶς, ἡ φωνή αὐτοῦ ὡς ἐκ φωτός φῶς, ὁ Παράκλητος φῶς· ὁ μαργαρίτης, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἄμπελος ἡ ἀληθινή, ἡ ζύμη, ἡ ἐλπίς, ἡ πίστις φῶς.
Ταῦτα τοιγαροῦν καί ἕτερα τούτων, ὅσα ἄν διά προφητῶν καί ἀποστόλων ἀκούεις λεγόμενα περί τῆς ἀνεκφράστου καί ὑπερουσίου θεότητος, αὐτήν οὐσιωδῶς τά πάντα εἶναί μοι νόει τήν μίαν ὑπεράρχιον ἀρχήν, τήν ἐν μονάδι τριαδικοῦ προσκυνουμένην φωτός. Εἷς γάρ Θεός ἐν Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι, φῶς ὤν ἀπρόσιτόν τε καί προαιώνιον, ὅ καί πολυώνυμον ὑπάρχον καλεῖται πάντα τά εἰρημένα καί τούτων ἕτερα πλείονα· καί οὐ μόνον ταῦτα καλεῖται, ἀλλά καί ἐνεργεῖ, ὡς παρά τῶν ἐξ αὐτῆς τῆς πείρας διδαχθέντων καί τῇ θεωρίᾳ πιστωθέντων καί βεβαιωθέντων περί τῶν προσόντων καλῶν τῷ ὑπεραγάθῳ Θεῷ ἔμαθον. Καί ἵνα πρός τοῖς εἰρημένοις καί ἕτερά σοι φῶτα Θεοῦ παραδηλώσω τινά, ἡ ἀγαθότης αὐτοῦ φῶς, τό ἔλεος αὐτοῦ, ἡ εὐσπλαγχνία, ὁ ἀσπασμός αὐτοῦ φῶς, (46) ἡ χρηστότης αὐτοῦ φῶς, ἡ ῥάβδος, ἡ βακτηρία καί ἡ παράκλησις αὐτοῦ φῶς.
Εἰ δέ καί ἐν ἡμῖν τά πλείονα τούτων ἤ καί πάντα προσεῖναι λέγονται, ἀλλ᾿ ἡμῖν μέν ὡς ἀνθρώποις, ἐκείνῳ δέ ταῦτα πρόσεστιν ὡς Θεῷ. Καί ἵνα μή κατοκνήσω καθ᾿ ἕν σοι ταῦτα πάλιν εἰπεῖν, Πατήρ ὀνομάζεται ὁ Θεός, πατέρες καλοῦνται καί τῶν ἀνθρώπων οἱ πλείονες· Υἱός Θεοῦ ὁ Χριστός καί Θεός, υἱοί πάλιν ἀνθρώπων ἡμεῖς· Πνεῦμα Θεοῦ τό πανάγιον Πνεῦμα, πνεύματα λέγονται καί ἡμῶν αἱ ψυχαί· ζωή ὁ Θεός, ζῆν λεγόμεθα καί ἡμεῖς· ἀγάπη ὁ Θεός, ἀγάπην ἔχουσιν εἰς ἀλλήλους καί οἱ λίαν ἁμαρτωλοί. Τί οὖν; Τήν τῶν ἀνθρώπων ἀγάπην καλέσεις Θεόν; Ἄπαγε τῆς βλασφημίας! Ἀλλ᾿ εἰρήνην τήν εἰς ἀλλήλους ἐν τῷ μή διαμάχεσθαι ἤ ἀμφιβάλλειν περί τινος, τοῦτο εἴποις εἶναι “εἰρήνην τήν ὑπερέχουσαν πάντα νοῦν”; Οὔμενουν. Ἀλλά ἀλήθειαν Θεοῦ τό μή εἰπεῖν σε λόγον ψευδῆ πρός τινα; Οὐδαμῶς. Ὥσπερ γάρ λόγοι μέν ἀνθρώπων ῥευστοί καί διακενῆς, ὁ δέ τοῦ Θεοῦ Λόγος ζῶν τέ ἐστι καί ἐνυπόστατος καί ἐνεργής, Θεός ἀληθής, οὕτω δή καί ἡ ἀλήθεια, ὁ Θεός, ὑπέρ ἔννοιαν καί ὑπέρ λόγον ἀνθρώπων ἐστίν· ἄτρεπτος, ἄρρευστος, ἐνυπόστατός τε ὑπάρχει καί ζῶν. Οὕτω τοιγαροῦν οὔτε τό ὕδωρ τό παρ᾿ ἡμῖν ὡς τό ὕδωρ ἐκεῖνο τό ζῶν, οὔτε ὁ ἄρτος ὁ παρ᾿ ἡμῖν ὡς ἐκεῖνος ὁ ἄρτος ἐστίν, ἀλλά καθάπερ ἄνωθεν εἴρηται, ἅπαντα φῶς ἐκεῖνα καί φῶς ἕν ὁ Θεός, οὗ μετασχών τις τῇ μετοχῇ ἐκείνου μέτοχος ἀμφοῖν γίνεται πάντων ὧν εἴπομεν ἀγαθῶν. Γίνεται δέ καί πρᾷος καί ταπεινός· ταῦτα δέ πάλιν φῶς σύν τοῖς εἰρημένοις εἰσί, μᾶλλον δέ σύν τῷ φωτί ἔχει καί ταῦτα ὁ ἔχων ἐκεῖνο τό φῶς.

Ἀλλά γάρ συνάμα τούτοις καί ἐγρήγορσις λέγεται ὁ Θεός, ὡς διεγείρων πρός τά καλά τήν ψυχήν τοῦ ἀνθρώπου ἐφ᾿ ἥν κατοικεῖ, (47) ὅς αὐτῇ γίνεται πᾶν ἀγαθόν· καί οὐχ ὑστερεῖται, ἔνοικον ἔχουσα τόν Θεόν ἡ τοιαύτη, παντός ἀγαθοῦ, ἀλλ᾿ ἐμπίπλαται καί περισσεύει ἀεί ἐν πᾶσι τοῖς ἀπορρήτοις ἐκείνοις ἀγαθοῖς τοῦ Θεοῦ, συνδιαιτωμένη καί συνευφραινομένη ταῖς τάξεσι τῶν οὐρανίων δυνάμεων, ὧν γένοιτο καί πάντας ἡμᾶς ἐπιτυχεῖν καί ἐν ἀπολαύσει τούτων πλουσίᾳ γενέσθαι, χάριτι καί φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καί τό κράτος σύν τῷ Πατρί καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.