Εμφάνιση αναρτήσεων με ετικέτα ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 1 Δεκεμβρίου 2016

Απολυτίκιον: Όσιος Πορφύριος ο Καυσοκαλυβίτης





Ἀπολυτίκιον  

Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον, πανελλήνων τὸν Γέροντα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Απολυτίκιο Προφήτου Αββακούμ - 2 ΔΕΚΕΜΒΡΙΟΥ





Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὡς ὄρος προέγραψας τὴν Θεοτόκον ἁγνήν, ἐξ ἧς ἡμῖν ἐλάμψεν ὁ τῶν ἁπάντων Θεός, σαρκὸς ὁμοιώματι. Ὅθεν σὲ ὡς προφήτην θεηγόρον τιμῶντες, χάριτος οὐρανίου μετασχεῖν δυσωποῦμεν, πρεσβείαις σου θεοδέκτοις, Ἀββακοὺμ ἔνδοξε.







Απολυτίκιο Αγ. Φιλαρέτου του Ελεήμονος - 1 ΔΕΚΕΜΒΡΙΟΥ




Ο Άγιος Φιλάρετος είναι ο προστάτης της Μελισσοκομίας.


Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ’. Θείας πίστεως.
Θείας πίστεως περιουσίᾳ, διεσκόρπισας τοῖς δεομένοις τὸν προσιόντα σοι πλοῦτον, Φιλάρετε· καὶ εὐσπλαχνίᾳ κοσμήσας τὸν βίον σου, τὸν χορηγὸν τοῦ ἐλέους ἐδόξασας· Ὃν ἱκέτευε δοθῆναι τοῖς εὐφημοῦσι σε ῥανίδα οἰκτιρμῶν καὶ θεῖον ἔλεος.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τοῦ Ἰὼβ κτησάμενος, ἐν πειρασμοῖς τὴν ἀνδρείαν, τοῖς πτωχοῖς διένειμας, ὡς συμπαθὴς τὸν σὸν πλοῦτον· ὤφθης γὰρ, τῆς εὐσπλαγχνίας ἔμψυχος βρύσις, νάμασι, τῶν θείων τρόπων σου ἱλαρύνων, τοὺς ἐκ πόθου σοι βοῶντας· χαίροις θεράπον Χριστοῦ Φιλάρετε.

Μεγαλυνάριον
Χαίροις τῶν πενήτων ὁ προμηθεύς, καὶ τῶν δυστυχούντων, ἀντιλήπτωρ καὶ βοηθός· χαίροις ὁ ἐν οἴκτῳ, τὸν Λόγον θεραπεύσας, Φιλάρετε τρισμάκαρ, Δικαίων σύσκηνε.

Τρίτη 29 Νοεμβρίου 2016

''Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι...''

Απολυτίκιο Άγ. Αποστόλου Ανδρέα - 30 ΝΟΕΜΒΡΙΟΥ


https://www.youtube.com/watch?v=SnN_9eGHDeM


Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος β’. Τὴν ἐν πρεσβείαις.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν· ὅτι ὡς πάλαι τούτῳ, καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

Μεγαλυνάριον
Πρώτος προσπελάσας τω Ιησού, Πρωτόκλητος ώφθης, και ακρότης των Μαθητών, Ανδρέα θεόπτα, εντεύθεν διανύεις, παθών τας αναβάσεις της αναστάσεως.


http://www.saint.gr/2785/saint.aspx

Δευτέρα 28 Νοεμβρίου 2016

Σήμερα 28/11/2016 εορτάζουν...






28 Νοεμβρίου 2016

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ. Αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς Πίστεως ξίφει· καὶ δι᾽ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς ἀοίδιμε Στέφανε.

ΠΗΓΗ:http://www.saint.gr/index.aspx

Σάββατο 26 Νοεμβρίου 2016

Άγιος Ιάκωβος ο Πέρσης ο Μεγαλομάρτυρας

    

27 Νοεμβρίου 2016

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὁ Μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδας βλαστός, τὸν δόλιον δράκοντα, τοὶς τῶν αἱμάτων κρουνοίς, ἀθλήσας ἀπέπνιξε, πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Απολυτίκιο Άγ. Στυλιανού - 26 ΝΟΕΜΒΡΙΟΥ




                                          https://www.youtube.com/watch?v=16I9_4YuEDE

Τρίτη 15 Νοεμβρίου 2016

ΑΠΟΛΥΤΙΚΙΑ ΑΓΙΩΝ. 14 ΝΟΕΜΒΡΙΟΥ. ΣΩΤΗΡΙΟΝ ΕΤΟΣ 2016


Απολυτίκιον: Άγιος Φίλιππος ο Απόστολος

https://www.youtube.com/watch?v=SnxtQOesdnI

Απολυτίκιον: Άγιος Γρηγόριος ο Παλαμάς Αρχιεπίσκοπος Θεσσαλονίκης

https://www.youtube.com/watch?v=WFGfsx7aGmo