Εμφάνιση αναρτήσεων με ετικέτα Ο ΙΟΡΔΑΝΗΣ ΕΣΤΡΑΦΗ ΕΙΣ ΤΑ ΟΠΙΣΩ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Ο ΙΟΡΔΑΝΗΣ ΕΣΤΡΑΦΗ ΕΙΣ ΤΑ ΟΠΙΣΩ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 10 Ιανουαρίου 2019

Ο ΙΟΡΔΑΝΗΣ ΕΣΤΡΑΦΗ ΕΙΣ ΤΑ ΟΠΙΣΩ!

Ο ΙΟΡΔΑΝΗΣ ΕΣΤΡΑΦΗ ΕΙΣ ΤΑ ΟΠΙΣΩ

Ἡ Βάπτιση τοῦ Κυρίου καὶ τὰ Θεοφάνια στὰ τέσσαρα Εὐαγγέλια:
(ὅπου δὲν ἀναφέρεται τίποτε σχετικὸ μὲ τὴν ἐν λόγῳ φράση)

ἀπὸ τὸ κατὰ Ματθαῖον, κεφάλαιον γ´

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾿ αὐτοῦ. 14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων, Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν· 16 καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.