«Φοβερόν τό ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· οὗτος Κριτής ἐστιν ἐνθυμήσεων καί ἐννοιῶν καρδίας· μηδείς εἰσέλθῃ πειράζων τήν πίστιν τήν ἀμώμητον, ἀλλ' ἐν πραότητι καί φόβῳ Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον καί χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν» (Στιχηρά τῶν Ἀποστίχων, Ἑσπερινός τῆς Κυριακῆς τῶν Βαΐων).
Τα δύο τελευταία ιδιόμελα από το "Τριώδιον" του Γ. Ραιδεστηνού.
Ἦχος γ'
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
Ἦχος βαρὺς
Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῷ ἰδίῳ ἀνδρί, μὴ φυλάξασα πίστιν, τί κατέχεις διαθήκην, ἧς οὐκ ᾖς κληρονόμος; τί καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν ΥἹὸν καταγγείλαντας; Κἂν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.