Παρασκευή 20 Δεκεμβρίου 2019

Tὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων...






ΠΑΡΘΕΝΙΚΗ ΠΑΝΗΓΥΡΙΣ.Ψάλλει ο βυζαντινός χορός των Αγιοκυπριανιτών Πατέρων.


Ἦχος α´.

Παρθενικὴ πανήγυρις σήμερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβὶμ μετὰ σώματος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.