ΚΛΙΜΑΞ
ΛΟΓΟΣ 1, 1-2.
Λόγος πρώτος: Περὶ ἀποταγῆς βίου.
Κείμενο και μετάφραση
1. Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι, πάντων τῶν ὑπ’ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι.
1. Τὸ «ἀπὸ Θεοῦ ἄρχεσθαι» εἶναι ὀρθὸν καὶ πρέπον, ἐφ᾿ ὅσον ἀπευθύνομαι πρὸς ὑπηρέτας τοῦ Θεοῦ. Αὐτοῦ λοιπὸν τοῦ ἀγαθοῦ καὶ ὑπεραγαθοῦ καὶ παναγάθου Θεοῦ καὶ βασιλέως μας, ὁ ὁποῖος ἐτίμησε ὅλα τὰ λογικὰ ὄντα ποὺ ἐδημιούργησε μὲ τὸ δῶρο τοῦ αὐτεξουσίου, ἄλλοι εἶναι φίλοι Του καὶ ἄλλοι γνήσιοι δοῦλοι Του. Ἄλλοι εἶναι ἀχρεῖοι δοῦλοι Του καὶ ἄλλοι τελείως ἀποξενωμένοι ἀπ᾿ Αὐτόν. Ὑπάρχουν τέλος καὶ αὐτοὶ ποὺ εἶναι ἐχθροί Του, καίτοι εἶναι ἀδύνατοι καὶ ἀνίσχυροι.
2. Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλὴ, περὶ Θεοῦ ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας· γνησίους δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας·· ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο· ξένους δ’ ἐπὶ [ἀπὸ] Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι. Πολέμιοι δ’ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες.
2. Φίλους κατ᾿ ἐξοχὴν τοῦ Θεοῦ, ὦ ἱερὲ φίλε, ἐμεῖς οἱ ἀμόρφωτοι θεωροῦμε τὶς νοερὲς καὶ ἀσώματες δυνάμεις τῶν ἀγγέλων. Γνησίους δούλους τοῦ Θεοῦ ἐκείνους ποὺ ἐξετέλεσαν καὶ ἐκτελοῦν τὸ πανάγιο θέλημά Του ἀκούραστα καὶ χωρὶς καμμία παράλειψι. Ἀχρείους δούλους ὀνομάζουμε αὐτοὺς ποὺ ἀξιώθηκαν μὲν νὰ λάβουν τὸ ἅγιον Βάπτισμα, δὲν ἐφύλαξαν ὅμως γνήσια τὶς πρὸς τὸν Θεὸν ὑποσχέσεις τους. Ὡς ξένους καὶ ἐχθρούς του Θεοῦ θὰ ἐννοήσωμε αὐτοὺς ποὺ εἶναι ἀβάπτιστοι ἢ δὲν ἔχουν ὀρθὴ πίστι. Ἀντίπαλοι τέλος τοῦ Θεοῦ εἶναι ἐκεῖνοι οἱ ὁποῖοι ὄχι μόνον ἀπέκρουσαν καὶ ἀπέρριψαν ἀπὸ τὴν ζωή τους τὸ θέλημα τοῦ Κυρίου, ἀλλὰ καὶ πολεμοῦν μὲ πάθος αὐτοὺς ποὺ τὸ τηροῦν.
Πηγή (επεξεργασμένου) αχραίου κειμένου: http://remacle.org/bloodwolf/eglise/climaque/table.htm
Η μετάφραση είναι της Ι.Μ. Παρακλήτου