Πέμπτη 23 Μαΐου 2019

Χριστὸς Ἀνέστη! Σήμερα 24/05/2019 εορτάζουν: Όσιος Συμεών ο Θαυμαστορείτης Όσιος Κυριακός εξ Ευρύχου Κύπρου...

Χριστὸς Ἀνέστη!




Απολυτίκια και κοντάκια της ημέρας

24 Μαΐου 2019

Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Ὡς ἀείφωτος λύχνος δωρεῶν τῆς ἀσκήσεως, ἐν τῷ Θαυμαστῷ Πάτερ Ὄρει, διαπρέψας ἀνέλαμψας, καὶ κλίμακα ἐκ γῆς, πρὸς οὐρανὸν, τὸν στῦλόν σου ὑπέθου ἀληθῶς, Συμεὼν θαυματοφόρε τοῖς εὐσεβῶς, προστρέχουσι τῇ Μάνδρᾳ σου. Δόξα τῷ δεδωκότι σου ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.